Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 11

ἠ̃ν δέ τις ἀσθενω̃ν Λάζαρος ἀπò Βηθανίας ἐκ τη̃ς κώμης Μαρίας καὶ Μάρθας τη̃ς ἀδελφη̃ς αὐτη̃ς
ἠ̃ν δὲ Μαριὰμ ἡ ἀλείψασα τòν κύριον μύρω̨ καὶ ἐκμάξασα τοὺς πόδας αὐτου̃ ται̃ς θριξὶν αὐτη̃ς ἡ̃ς ὁ ἀδελφòς Λάζαρος ἠσθένει
ἀπέστειλαν οὐ̃ν αἱ ἀδελφαὶ πρòς αὐτòν λέγουσαι κύριε ἴδε ὃν φιλει̃ς ἀσθενει̃
ἀκούσας δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρòς θάνατον ἀλλ' ὑπὲρ τη̃ς δόξης του̃ θεου̃ ἵνα δοξασθη̨̃ ὁ υἱòς του̃ θεου̃ δι' αὐτη̃ς
ἠγάπα δὲ ὁ ’Ιησου̃ς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτη̃ς καὶ τòν Λάζαρον
ὡς οὐ̃ν ἤκουσεν ὅτι ἀσθενει̃ τότε μὲν ἔμεινεν ἐν ὡ̨̃ ἠ̃ν τόπω̨ δύο ἡμέρας
ἔπειτα μετὰ του̃το λέγει τοι̃ς μαθηται̃ς ἄγωμεν εἰς τὴν ’Ιουδαίαν πάλιν
λέγουσιν αὐτω̨̃ οἱ μαθηταί ῥαββί νυ̃ν ἐζήτουν σε λιθάσαι οἱ ’Ιουδαι̃οι καὶ πάλιν ὑπάγεις ἐκει̃
ἀπεκρίθη ’Ιησου̃ς οὐχὶ δώδεκα ὡ̃ραί εἰσιν τη̃ς ἡμέρας ἐάν τις περιπατη̨̃ ἐν τη̨̃ ἡμέρα̨ οὐ προσκόπτει ὅτι τò φω̃ς του̃ κόσμου τούτου βλέπει
10 ἐὰν δέ τις περιπατη̨̃ ἐν τη̨̃ νυκτί προσκόπτει ὅτι τò φω̃ς οὐκ ἔστιν ἐν αὐτω̨̃
11 ταυ̃τα εἰ̃πεν καὶ μετὰ του̃το λέγει αὐτοι̃ς Λάζαρος ὁ φίλος ἡμω̃ν κεκοίμηται ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν
12 εἰ̃παν οὐ̃ν οἱ μαθηταὶ αὐτω̨̃ κύριε εἰ κεκοίμηται σωθήσεται
13 εἰρήκει δὲ ὁ ’Ιησου̃ς περὶ του̃ θανάτου αὐτου̃ ἐκει̃νοι δὲ ἔδοξαν ὅτι περὶ τη̃ς κοιμήσεως του̃ ὕπνου λέγει
14 τότε οὐ̃ν εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς παρρησία̨ Λάζαρος ἀπέθανεν
15 καὶ χαίρω δι' ὑμα̃ς ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκει̃ ἀλλὰ ἄγωμεν πρòς αὐτόν
16 εἰ̃πεν οὐ̃ν Θωμα̃ς ὁ λεγόμενος Δίδυμος τοι̃ς συμμαθηται̃ς ἄγωμεν καὶ ἡμει̃ς ἵνα ἀποθάνωμεν μετ' αὐτου̃
17 ἐλθὼν οὐ̃ν ὁ ’Ιησου̃ς εὑ̃ρεν αὐτòν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τω̨̃ μνημείω̨
18 ἠ̃ν δὲ ἡ Βηθανία ἐγγὺς τω̃ν ‘Ιεροσολύμων ὡς ἀπò σταδίων δεκαπέντε
19 πολλοὶ δὲ ἐκ τω̃ν ’Ιουδαίων ἐληλύθεισαν πρòς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ του̃ ἀδελφου̃
20 ἡ οὐ̃ν Μάρθα ὡς ἤκουσεν ὅτι ’Ιησου̃ς ἔρχεται ὑπήντησεν αὐτω̨̃ Μαριὰμ δὲ ἐν τω̨̃ οἴκω̨ ἐκαθέζετο
21 εἰ̃πεν οὐ̃ν ἡ Μάρθα πρòς τòν ’Ιησου̃ν κύριε εἰ ἠ̃ς ὡ̃δε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου
22 ἀλλὰ καὶ νυ̃ν οἰ̃δα ὅτι ὅσα ἂν αἰτήση̨ τòν θεòν δώσει σοι ὁ θεός
23 λέγει αὐτη̨̃ ὁ ’Ιησου̃ς ἀναστήσεται ὁ ἀδελφός σου
24 λέγει αὐτω̨̃ ἡ Μάρθα οἰ̃δα ὅτι ἀναστήσεται ἐν τη̨̃ ἀναστάσει ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨
25 εἰ̃πεν αὐτη̨̃ ὁ ’Ιησου̃ς ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνη̨ ζήσεται
26 καὶ πα̃ς ὁ ζω̃ν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνη̨ εἰς τòν αἰω̃να πιστεύεις του̃το
27 λέγει αὐτω̨̃ ναί κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἰ̃ ὁ Χριστòς ὁ υἱòς του̃ θεου̃ ὁ εἰς τòν κόσμον ἐρχόμενος
28 καὶ του̃το εἰπου̃σα ἀπη̃λθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτη̃ς λάθρα̨ εἰπου̃σα ὁ διδάσκαλος πάρεστιν καὶ φωνει̃ σε
29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρòς αὐτόν
30 οὔπω δὲ ἐληλύθει ὁ ’Ιησου̃ς εἰς τὴν κώμην ἀλλ' ἠ̃ν ἔτι ἐν τω̨̃ τόπω̨ ὅπου ὑπήντησεν αὐτω̨̃ ἡ Μάρθα
31 οἱ οὐ̃ν ’Ιουδαι̃οι οἱ ὄντες μετ' αὐτη̃ς ἐν τη̨̃ οἰκία̨ καὶ παραμυθούμενοι αὐτήν ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξη̃λθεν ἠκολούθησαν αὐτη̨̃ δόξαντες ὅτι ὑπάγει εἰς τò μνημει̃ον ἵνα κλαύση̨ ἐκει̃
32 ἡ οὐ̃ν Μαριὰμ ὡς ἠ̃λθεν ὅπου ἠ̃ν ’Ιησου̃ς ἰδου̃σα αὐτòν ἔπεσεν αὐτου̃ πρòς τοὺς πόδας λέγουσα αὐτω̨̃ κύριε εἰ ἠ̃ς ὡ̃δε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός
33 ’Ιησου̃ς οὐ̃ν ὡς εἰ̃δεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτη̨̃ ’Ιουδαίους κλαίοντας ἐνεβριμήσατο τω̨̃ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν
34 καὶ εἰ̃πεν που̃ τεθείκατε αὐτόν λέγουσιν αὐτω̨̃ κύριε ἔρχου καὶ ἴδε
35 ἐδάκρυσεν ὁ ’Ιησου̃ς
36 ἔλεγον οὐ̃ν οἱ ’Ιουδαι̃οι ἴδε πω̃ς ἐφίλει αὐτόν
37 τινὲς δὲ ἐξ αὐτω̃ν εἰ̃παν οὐκ ἐδύνατο οὑ̃τος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς του̃ τυφλου̃ ποιη̃σαι ἵνα καὶ οὑ̃τος μὴ ἀποθάνη̨
38 ’Ιησου̃ς οὐ̃ν πάλιν ἐμβριμώμενος ἐν ἑαυτω̨̃ ἔρχεται εἰς τò μνημει̃ον ἠ̃ν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ' αὐτω̨̃
39 λέγει ὁ ’Ιησου̃ς ἄρατε τòν λίθον λέγει αὐτω̨̃ ἡ ἀδελφὴ του̃ τετελευτηκότος Μάρθα κύριε ἤδη ὄζει τεταρται̃ος γάρ ἐστιν
40 λέγει αὐτη̨̃ ὁ ’Ιησου̃ς οὐκ εἰ̃πόν σοι ὅτι ἐὰν πιστεύση̨ς ὄψη̨ τὴν δόξαν του̃ θεου̃
41 ἠ̃ραν οὐ̃ν τòν λίθον ὁ δὲ ’Ιησου̃ς ἠ̃ρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἰ̃πεν πάτερ εὐχαριστω̃ σοι ὅτι ἤκουσάς μου
42 ἐγὼ δὲ ἤ̨δειν ὅτι πάντοτέ μου ἀκούεις ἀλλὰ διὰ τòν ὄχλον τòν περιεστω̃τα εἰ̃πον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας
43 καὶ ταυ̃τα εἰπὼν φωνη̨̃ μεγάλη̨ ἐκραύγασεν Λάζαρε δευ̃ρο ἔξω
44 ἐξη̃λθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χει̃ρας κειρίαις καὶ ἡ ὄψις αὐτου̃ σουδαρίω̨ περιεδέδετο λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς λύσατε αὐτòν καὶ ἄφετε αὐτòν ὑπάγειν
45 πολλοὶ οὐ̃ν ἐκ τω̃ν ’Ιουδαίων οἱ ἐλθόντες πρòς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ἐπίστευσαν εἰς αὐτόν
46 τινὲς δὲ ἐξ αὐτω̃ν ἀπη̃λθον πρòς τοὺς Φαρισαίους καὶ εἰ̃παν αὐτοι̃ς ἃ ἐποίησεν ’Ιησου̃ς
47 συνήγαγον οὐ̃ν οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι συνέδριον καὶ ἔλεγον τί ποιου̃μεν ὅτι οὑ̃τος ὁ ἄνθρωπος πολλὰ ποιει̃ σημει̃α
48 ἐὰν ἀφω̃μεν αὐτòν οὕτως πάντες πιστεύσουσιν εἰς αὐτόν καὶ ἐλεύσονται οἱ ῥωμαι̃οι καὶ ἀρου̃σιν ἡμω̃ν καὶ τòν τόπον καὶ τò ἔθνος
49 εἱ̃ς δέ τις ἐξ αὐτω̃ν Καϊάφας ἀρχιερεὺς ὢν του̃ ἐνιαυτου̃ ἐκείνου εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς οὐκ οἴδατε οὐδέν
50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμι̃ν ἵνα εἱ̃ς ἄνθρωπος ἀποθάνη̨ ὑπὲρ του̃ λαου̃ καὶ μὴ ὅλον τò ἔθνος ἀπόληται
51 του̃το δὲ ἀφ' ἑαυτου̃ οὐκ εἰ̃πεν ἀλλὰ ἀρχιερεὺς ὢν του̃ ἐνιαυτου̃ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν ’Ιησου̃ς ἀποθνή̨σκειν ὑπὲρ του̃ ἔθνους
52 καὶ οὐχ ὑπὲρ του̃ ἔθνους μόνον ἀλλ' ἵνα καὶ τὰ τέκνα του̃ θεου̃ τὰ διεσκορπισμένα συναγάγη̨ εἰς ἕν
53 ἀπ' ἐκείνης οὐ̃ν τη̃ς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν
54 ὁ οὐ̃ν ’Ιησου̃ς οὐκέτι παρρησία̨ περιεπάτει ἐν τοι̃ς ’Ιουδαίοις ἀλλὰ ἀπη̃λθεν ἐκει̃θεν εἰς τὴν χώραν ἐγγὺς τη̃ς ἐρήμου εἰς ’Εφραὶμ λεγομένην πόλιν κἀκει̃ ἔμεινεν μετὰ τω̃ν μαθητω̃ν
55 ἠ̃ν δὲ ἐγγὺς τò πάσχα τω̃ν ’Ιουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς ‘Ιεροσόλυμα ἐκ τη̃ς χώρας πρò του̃ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς
56 ἐζήτουν οὐ̃ν τòν ’Ιησου̃ν καὶ ἔλεγον μετ' ἀλλήλων ἐν τω̨̃ ἱερω̨̃ ἑστηκότες τί δοκει̃ ὑμι̃ν ὅτι οὐ μὴ ἔλθη̨ εἰς τὴν ἑορτήν
57 δεδώκεισαν δὲ οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι ἐντολὰς ἵνα ἐάν τις γνω̨̃ που̃ ἐστιν μηνύση̨ ὅπως πιάσωσιν αὐτόν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.