Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 15

ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν
πα̃ν κλη̃μα ἐν ἐμοὶ μὴ φέρον καρπόν αἴρει αὐτό καὶ πα̃ν τò καρπòν φέρον καθαίρει αὐτò ἵνα καρπòν πλείονα φέρη̨
ἤδη ὑμει̃ς καθαροί ἐστε διὰ τòν λόγον ὃν λελάληκα ὑμι̃ν
μείνατε ἐν ἐμοί κἀγὼ ἐν ὑμι̃ν καθὼς τò κλη̃μα οὐ δύναται καρπòν φέρειν ἀφ' ἑαυτου̃ ἐὰν μὴ μένη̨ ἐν τη̨̃ ἀμπέλω̨ οὕτως οὐδὲ ὑμει̃ς ἐὰν μὴ ἐν ἐμοὶ μένητε
ἐγώ εἰμι ἡ ἄμπελος ὑμει̃ς τὰ κλήματα ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτω̨̃ οὑ̃τος φέρει καρπòν πολύν ὅτι χωρὶς ἐμου̃ οὐ δύνασθε ποιει̃ν οὐδέν
ἐὰν μή τις μένη̨ ἐν ἐμοί ἐβλήθη ἔξω ὡς τò κλη̃μα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τò πυ̃ρ βάλλουσιν καὶ καίεται
ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμι̃ν μείνη̨ ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμι̃ν
ἐν τούτω̨ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπòν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί
καθὼς ἠγάπησέν με ὁ πατήρ κἀγὼ ὑμα̃ς ἠγάπησα μείνατε ἐν τη̨̃ ἀγάπη̨ τη̨̃ ἐμη̨̃
10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενει̃τε ἐν τη̨̃ ἀγάπη̨ μου καθὼς ἐγὼ τὰς ἐντολὰς του̃ πατρός μου τετήρηκα καὶ μένω αὐτου̃ ἐν τη̨̃ ἀγάπη̨
11 ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμι̃ν ἠ̨̃ καὶ ἡ χαρὰ ὑμω̃ν πληρωθη̨̃
12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή ἵνα ἀγαπα̃τε ἀλλήλους καθὼς ἠγάπησα ὑμα̃ς
13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτου̃ θη̨̃ ὑπὲρ τω̃ν φίλων αὐτου̃
14 ὑμει̃ς φίλοι μού ἐστε ἐὰν ποιη̃τε ἃ ἐγὼ ἐντέλλομαι ὑμι̃ν
15 οὐκέτι λέγω ὑμα̃ς δούλους ὅτι ὁ δου̃λος οὐκ οἰ̃δεν τί ποιει̃ αὐτου̃ ὁ κύριος ὑμα̃ς δὲ εἴρηκα φίλους ὅτι πάντα ἃ ἤκουσα παρὰ του̃ πατρός μου ἐγνώρισα ὑμι̃ν
16 οὐχ ὑμει̃ς με ἐξελέξασθε ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμα̃ς καὶ ἔθηκα ὑμα̃ς ἵνα ὑμει̃ς ὑπάγητε καὶ καρπòν φέρητε καὶ ὁ καρπòς ὑμω̃ν μένη̨ ἵνα ὅ τι ἂν αἰτήσητε τòν πατέρα ἐν τω̨̃ ὀνόματί μου δω̨̃ ὑμι̃ν
17 ταυ̃τα ἐντέλλομαι ὑμι̃ν ἵνα ἀγαπα̃τε ἀλλήλους
18 εἰ ὁ κόσμος ὑμα̃ς μισει̃ γινώσκετε ὅτι ἐμὲ πρω̃τον ὑμω̃ν μεμίσηκεν
19 εἰ ἐκ του̃ κόσμου ἠ̃τε ὁ κόσμος ἂν τò ἴδιον ἐφίλει ὅτι δὲ ἐκ του̃ κόσμου οὐκ ἐστέ ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμα̃ς ἐκ του̃ κόσμου διὰ του̃το μισει̃ ὑμα̃ς ὁ κόσμος
20 μνημονεύετε του̃ λόγου οὑ̃ ἐγὼ εἰ̃πον ὑμι̃ν οὐκ ἔστιν δου̃λος μείζων του̃ κυρίου αὐτου̃ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμα̃ς διώξουσιν εἰ τòν λόγον μου ἐτήρησαν καὶ τòν ὑμέτερον τηρήσουσιν
21 ἀλλὰ ταυ̃τα πάντα ποιήσουσιν εἰς ὑμα̃ς διὰ τò ὄνομά μου ὅτι οὐκ οἴδασιν τòν πέμψαντά με
22 εἰ μὴ ἠ̃λθον καὶ ἐλάλησα αὐτοι̃ς ἁμαρτίαν οὐκ εἴχοσαν νυ̃ν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τη̃ς ἁμαρτίας αὐτω̃ν
23 ὁ ἐμὲ μισω̃ν καὶ τòν πατέρα μου μισει̃
24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοι̃ς ἃ οὐδεὶς ἄλλος ἐποίησεν ἁμαρτίαν οὐκ εἴχοσαν νυ̃ν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τòν πατέρα μου
25 ἀλλ' ἵνα πληρωθη̨̃ ὁ λόγος ὁ ἐν τω̨̃ νόμω̨ αὐτω̃ν γεγραμμένος ὅτι ἐμίσησάν με δωρεάν
26 ὅταν ἔλθη̨ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμι̃ν παρὰ του̃ πατρός τò πνευ̃μα τη̃ς ἀληθείας ὃ παρὰ του̃ πατρòς ἐκπορεύεται ἐκει̃νος μαρτυρήσει περὶ ἐμου̃
27 καὶ ὑμει̃ς δὲ μαρτυρει̃τε ὅτι ἀπ' ἀρχη̃ς μετ' ἐμου̃ ἐστε
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.