Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 19

τότε οὐ̃ν ἔλαβεν ὁ Πιλα̃τος τòν ’Ιησου̃ν καὶ ἐμαστίγωσεν
καὶ οἱ στρατιω̃ται πλέξαντες στέφανον ἐξ ἀκανθω̃ν ἐπέθηκαν αὐτου̃ τη̨̃ κεφαλη̨̃ καὶ ἱμάτιον πορφυρου̃ν περιέβαλον αὐτόν
καὶ ἤρχοντο πρòς αὐτòν καὶ ἔλεγον χαι̃ρε ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων καὶ ἐδίδοσαν αὐτω̨̃ ῥαπίσματα
καὶ ἐξη̃λθεν πάλιν ἔξω ὁ Πιλα̃τος καὶ λέγει αὐτοι̃ς ἴδε ἄγω ὑμι̃ν αὐτòν ἔξω ἵνα γνω̃τε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτω̨̃
ἐξη̃λθεν οὐ̃ν ὁ ’Ιησου̃ς ἔξω φορω̃ν τòν ἀκάνθινον στέφανον καὶ τò πορφυρου̃ν ἱμάτιον καὶ λέγει αὐτοι̃ς ἰδοὺ ὁ ἄνθρωπος
ὅτε οὐ̃ν εἰ̃δον αὐτòν οἱ ἀρχιερει̃ς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες σταύρωσον σταύρωσον λέγει αὐτοι̃ς ὁ Πιλα̃τος λάβετε αὐτòν ὑμει̃ς καὶ σταυρώσατε ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτω̨̃ αἰτίαν
ἀπεκρίθησαν αὐτω̨̃ οἱ ’Ιουδαι̃οι ἡμει̃ς νόμον ἔχομεν καὶ κατὰ τòν νόμον ὀφείλει ἀποθανει̃ν ὅτι υἱòν θεου̃ ἑαυτòν ἐποίησεν
ὅτε οὐ̃ν ἤκουσεν ὁ Πιλα̃τος του̃τον τòν λόγον μα̃λλον ἐφοβήθη
καὶ εἰση̃λθεν εἰς τò πραιτώριον πάλιν καὶ λέγει τω̨̃ ’Ιησου̃ πόθεν εἰ̃ σύ ὁ δὲ ’Ιησου̃ς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτω̨̃
10 λέγει οὐ̃ν αὐτω̨̃ ὁ Πιλα̃τος ἐμοὶ οὐ λαλει̃ς οὐκ οἰ̃δας ὅτι ἐξουσίαν ἔχω ἀπολυ̃σαί σε καὶ ἐξουσίαν ἔχω σταυρω̃σαί σε
11 ἀπεκρίθη αὐτω̨̃ ’Ιησου̃ς οὐκ εἰ̃χες ἐξουσίαν κατ' ἐμου̃ οὐδεμίαν εἰ μὴ ἠ̃ν δεδομένον σοι ἄνωθεν διὰ του̃το ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει
12 ἐκ τούτου ὁ Πιλα̃τος ἐζήτει ἀπολυ̃σαι αὐτόν οἱ δὲ ’Ιουδαι̃οι ἐκραύγασαν λέγοντες ἐὰν του̃τον ἀπολύση̨ς οὐκ εἰ̃ φίλος του̃ Καίσαρος πα̃ς ὁ βασιλέα ἑαυτòν ποιω̃ν ἀντιλέγει τω̨̃ Καίσαρι
13 ὁ οὐ̃ν Πιλα̃τος ἀκούσας τω̃ν λόγων τούτων ἤγαγεν ἔξω τòν ’Ιησου̃ν καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον ‘Εβραϊστὶ δὲ Γαββαθα
14 ἠ̃ν δὲ παρασκευὴ του̃ πάσχα ὥρα ἠ̃ν ὡς ἕκτη καὶ λέγει τοι̃ς ’Ιουδαίοις ἴδε ὁ βασιλεὺς ὑμω̃ν
15 ἐκραύγασαν οὐ̃ν ἐκει̃νοι ἀ̃ρον ἀ̃ρον σταύρωσον αὐτόν λέγει αὐτοι̃ς ὁ Πιλα̃τος τòν βασιλέα ὑμω̃ν σταυρώσω ἀπεκρίθησαν οἱ ἀρχιερει̃ς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα
16 τότε οὐ̃ν παρέδωκεν αὐτòν αὐτοι̃ς ἵνα σταυρωθη̨̃ παρέλαβον οὐ̃ν τòν ’Ιησου̃ν
17 καὶ βαστάζων ἑαυτω̨̃ τòν σταυρòν ἐξη̃λθεν εἰς τòν λεγόμενον κρανίου τόπον ὃ λέγεται ‘Εβραϊστὶ Γολγοθα
18 ὅπου αὐτòν ἐσταύρωσαν καὶ μετ' αὐτου̃ ἄλλους δύο ἐντευ̃θεν καὶ ἐντευ̃θεν μέσον δὲ τòν ’Ιησου̃ν
19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλα̃τος καὶ ἔθηκεν ἐπὶ του̃ σταυρου̃ ἠ̃ν δὲ γεγραμμένον ’Ιησου̃ς ὁ Ναζωραι̃ος ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων
20 του̃τον οὐ̃ν τòν τίτλον πολλοὶ ἀνέγνωσαν τω̃ν ’Ιουδαίων ὅτι ἐγγὺς ἠ̃ν ὁ τόπος τη̃ς πόλεως ὅπου ἐσταυρώθη ὁ ’Ιησου̃ς καὶ ἠ̃ν γεγραμμένον ‘Εβραϊστί ‘Ρωμαϊστί ‘Ελληνιστί
21 ἔλεγον οὐ̃ν τω̨̃ Πιλάτω̨ οἱ ἀρχιερει̃ς τω̃ν ’Ιουδαίων μὴ γράφε ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων ἀλλ' ὅτι ἐκει̃νος εἰ̃πεν βασιλεύς εἰμι τω̃ν ’Ιουδαίων
22 ἀπεκρίθη ὁ Πιλα̃τος ὃ γέγραφα γέγραφα
23 οἱ οὐ̃ν στρατιω̃ται ὅτε ἐσταύρωσαν τòν ’Ιησου̃ν ἔλαβον τὰ ἱμάτια αὐτου̃ καὶ ἐποίησαν τέσσαρα μέρη ἑκάστω̨ στρατιώτη̨ μέρος καὶ τòν χιτω̃να ἠ̃ν δὲ ὁ χιτὼν ἄραφος ἐκ τω̃ν ἄνωθεν ὑφαντòς δι' ὅλου
24 εἰ̃παν οὐ̃ν πρòς ἀλλήλους μὴ σχίσωμεν αὐτόν ἀλλὰ λάχωμεν περὶ αὐτου̃ τίνος ἔσται ἵνα ἡ γραφὴ πληρωθη̨̃ ἡ λέγουσα διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοι̃ς καὶ ἐπὶ τòν ἱματισμόν μου ἔβαλον κλη̃ρον οἱ μὲν οὐ̃ν στρατιω̃ται ταυ̃τα ἐποίησαν
25 εἱστήκεισαν δὲ παρὰ τω̨̃ σταυρω̨̃ του̃ ’Ιησου̃ ἡ μήτηρ αὐτου̃ καὶ ἡ ἀδελφὴ τη̃ς μητρòς αὐτου̃ Μαρία ἡ του̃ Κλωπα̃ καὶ Μαρία ἡ Μαγδαληνή
26 ’Ιησου̃ς οὐ̃ν ἰδὼν τὴν μητέρα καὶ τòν μαθητὴν παρεστω̃τα ὃν ἠγάπα λέγει τη̨̃ μητρί γύναι ἴδε ὁ υἱός σου
27 εἰ̃τα λέγει τω̨̃ μαθητη̨̃ ἴδε ἡ μήτηρ σου καὶ ἀπ' ἐκείνης τη̃ς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια
28 μετὰ του̃το εἰδὼς ὁ ’Ιησου̃ς ὅτι ἤδη πάντα τετέλεσται ἵνα τελειωθη̨̃ ἡ γραφή λέγει διψω̃
29 σκευ̃ος ἔκειτο ὄξους μεστόν σπόγγον οὐ̃ν μεστòν του̃ ὄξους ὑσσώπω̨ περιθέντες προσήνεγκαν αὐτου̃ τω̨̃ στόματι
30 ὅτε οὐ̃ν ἔλαβεν τò ὄξος ὁ ’Ιησου̃ς εἰ̃πεν τετέλεσται καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τò πνευ̃μα
31 οἱ οὐ̃ν ’Ιουδαι̃οι ἐπεὶ παρασκευὴ ἠ̃ν ἵνα μὴ μείνη̨ ἐπὶ του̃ σταυρου̃ τὰ σώματα ἐν τω̨̃ σαββάτω̨ ἠ̃ν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου του̃ σαββάτου ἠρώτησαν τòν Πιλα̃τον ἵνα κατεαγω̃σιν αὐτω̃ν τὰ σκέλη καὶ ἀρθω̃σιν
32 ἠ̃λθον οὐ̃ν οἱ στρατιω̃ται καὶ του̃ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ του̃ ἄλλου του̃ συσταυρωθέντος αὐτω̨̃
33 ἐπὶ δὲ τòν ’Ιησου̃ν ἐλθόντες ὡς εἰ̃δον ἤδη αὐτòν τεθνηκότα οὐ κατέαξαν αὐτου̃ τὰ σκέλη
34 ἀλλ' εἱ̃ς τω̃ν στρατιωτω̃ν λόγχη̨ αὐτου̃ τὴν πλευρὰν ἔνυξεν καὶ ἐξη̃λθεν εὐθὺς αἱ̃μα καὶ ὕδωρ
35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτου̃ ἐστιν ἡ μαρτυρία καὶ ἐκει̃νος οἰ̃δεν ὅτι ἀληθη̃ λέγει ἵνα καὶ ὑμει̃ς πιστεύσητε
36 ἐγένετο γὰρ ταυ̃τα ἵνα ἡ γραφὴ πληρωθη̨̃ ὀστου̃ν οὐ συντριβήσεται αὐτου̃
37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει ὄψονται εἰς ὃν ἐξεκέντησαν
38 μετὰ δὲ ταυ̃τα ἠρώτησεν τòν Πιλα̃τον ’Ιωσὴφ ὁ ἀπò ‘Αριμαθαίας ὢν μαθητὴς του̃ ’Ιησου̃ κεκρυμμένος δὲ διὰ τòν φόβον τω̃ν ’Ιουδαίων ἵνα ἄρη̨ τò σω̃μα του̃ ’Ιησου̃ καὶ ἐπέτρεψεν ὁ Πιλα̃τος ἠ̃λθεν οὐ̃ν καὶ ἠ̃ρεν τò σω̃μα αὐτου̃
39 ἠ̃λθεν δὲ καὶ Νικόδημος ὁ ἐλθὼν πρòς αὐτòν νυκτòς τò πρω̃τον φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν
40 ἔλαβον οὐ̃ν τò σω̃μα του̃ ’Ιησου̃ καὶ ἔδησαν αὐτò ὀθονίοις μετὰ τω̃ν ἀρωμάτων καθὼς ἔθος ἐστὶν τοι̃ς ’Ιουδαίοις ἐνταφιάζειν
41 ἠ̃ν δὲ ἐν τω̨̃ τόπω̨ ὅπου ἐσταυρώθη κη̃πος καὶ ἐν τω̨̃ κήπω̨ μνημει̃ον καινòν ἐν ὡ̨̃ οὐδέπω οὐδεὶς ἠ̃ν τεθειμένος
42 ἐκει̃ οὐ̃ν διὰ τὴν παρασκευὴν τω̃ν ’Ιουδαίων ὅτι ἐγγὺς ἠ̃ν τò μνημει̃ον ἔθηκαν τòν ’Ιησου̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.