1 ἠ̃ν δὲ ἄνθρωπος ἐκ τω̃ν Φαρισαίων Νικόδημος ὄνομα αὐτω̨̃ ἄρχων τω̃ν ’Ιουδαίων |
2 οὑ̃τος ἠ̃λθεν πρòς αὐτòν νυκτòς καὶ εἰ̃πεν αὐτω̨̃ ῥαββί οἴδαμεν ὅτι ἀπò θεου̃ ἐλήλυθας διδάσκαλος οὐδεὶς γὰρ δύναται ταυ̃τα τὰ σημει̃α ποιει̃ν ἃ σὺ ποιει̃ς ἐὰν μὴ ἠ̨̃ ὁ θεòς μετ' αὐτου̃ |
3 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθη̨̃ ἄνωθεν οὐ δύναται ἰδει̃ν τὴν βασιλείαν του̃ θεου̃ |
4 λέγει πρòς αὐτòν ὁ Νικόδημος πω̃ς δύναται ἄνθρωπος γεννηθη̃ναι γέρων ὤν μὴ δύναται εἰς τὴν κοιλίαν τη̃ς μητρòς αὐτου̃ δεύτερον εἰσελθει̃ν καὶ γεννηθη̃ναι |
5 ἀπεκρίθη ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθη̨̃ ἐξ ὕδατος καὶ πνεύματος οὐ δύναται εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃ |
6 τò γεγεννημένον ἐκ τη̃ς σαρκòς σάρξ ἐστιν καὶ τò γεγεννημένον ἐκ του̃ πνεύματος πνευ̃μά ἐστιν |
7 μὴ θαυμάση̨ς ὅτι εἰ̃πόν σοι δει̃ ὑμα̃ς γεννηθη̃ναι ἄνωθεν |
8 τò πνευ̃μα ὅπου θέλει πνει̃ καὶ τὴν φωνὴν αὐτου̃ ἀκούεις ἀλλ' οὐκ οἰ̃δας πόθεν ἔρχεται καὶ που̃ ὑπάγει οὕτως ἐστὶν πα̃ς ὁ γεγεννημένος ἐκ του̃ πνεύματος |
9 ἀπεκρίθη Νικόδημος καὶ εἰ̃πεν αὐτω̨̃ πω̃ς δύναται ταυ̃τα γενέσθαι |
10 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ σὺ εἰ̃ ὁ διδάσκαλος του̃ ’Ισραὴλ καὶ ταυ̃τα οὐ γινώσκεις |
11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλου̃μεν καὶ ὃ ἑωράκαμεν μαρτυρου̃μεν καὶ τὴν μαρτυρίαν ἡμω̃ν οὐ λαμβάνετε |
12 εἰ τὰ ἐπίγεια εἰ̃πον ὑμι̃ν καὶ οὐ πιστεύετε πω̃ς ἐὰν εἴπω ὑμι̃ν τὰ ἐπουράνια πιστεύσετε |
13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τòν οὐρανòν εἰ μὴ ὁ ἐκ του̃ οὐρανου̃ καταβάς ὁ υἱòς του̃ ἀνθρώπου |
14 καὶ καθὼς Μωϋση̃ς ὕψωσεν τòν ὄφιν ἐν τη̨̃ ἐρήμω̨ οὕτως ὑψωθη̃ναι δει̃ τòν υἱòν του̃ ἀνθρώπου |
15 ἵνα πα̃ς ὁ πιστεύων ἐν αὐτω̨̃ ἔχη̨ ζωὴν αἰώνιον |
16 οὕτως γὰρ ἠγάπησεν ὁ θεòς τòν κόσμον ὥστε τòν υἱòν τòν μονογενη̃ ἔδωκεν ἵνα πα̃ς ὁ πιστεύων εἰς αὐτòν μὴ ἀπόληται ἀλλ' ἔχη̨ ζωὴν αἰώνιον |
17 οὐ γὰρ ἀπέστειλεν ὁ θεòς τòν υἱòν εἰς τòν κόσμον ἵνα κρίνη̨ τòν κόσμον ἀλλ' ἵνα σωθη̨̃ ὁ κόσμος δι' αὐτου̃ |
18 ὁ πιστεύων εἰς αὐτòν οὐ κρίνεται ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται ὅτι μὴ πεπίστευκεν εἰς τò ὄνομα του̃ μονογενου̃ς υἱου̃ του̃ θεου̃ |
19 αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τò φω̃ς ἐλήλυθεν εἰς τòν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μα̃λλον τò σκότος ἢ τò φω̃ς ἠ̃ν γὰρ αὐτω̃ν πονηρὰ τὰ ἔργα |
20 πα̃ς γὰρ ὁ φαυ̃λα πράσσων μισει̃ τò φω̃ς καὶ οὐκ ἔρχεται πρòς τò φω̃ς ἵνα μὴ ἐλεγχθη̨̃ τὰ ἔργα αὐτου̃ |
21 ὁ δὲ ποιω̃ν τὴν ἀλήθειαν ἔρχεται πρòς τò φω̃ς ἵνα φανερωθη̨̃ αὐτου̃ τὰ ἔργα ὅτι ἐν θεω̨̃ ἐστιν εἰργασμένα |