Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 3,  στἰχοι 22-36

22 μετὰ ταυ̃τα ἠ̃λθεν ὁ ’Ιησου̃ς καὶ οἱ μαθηταὶ αὐτου̃ εἰς τὴν ’Ιουδαίαν γη̃ν καὶ ἐκει̃ διέτριβεν μετ' αὐτω̃ν καὶ ἐβάπτιζεν
23 ἠ̃ν δὲ καὶ ὁ ’Ιωάννης βαπτίζων ἐν αἰνὼν ἐγγὺς του̃ Σαλείμ ὅτι ὕδατα πολλὰ ἠ̃ν ἐκει̃ καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο
24 οὔπω γὰρ ἠ̃ν βεβλημένος εἰς τὴν φυλακὴν ὁ ’Ιωάννης
25 ἐγένετο οὐ̃ν ζήτησις ἐκ τω̃ν μαθητω̃ν ’Ιωάννου μετὰ ’Ιουδαίου περὶ καθαρισμου̃
26 καὶ ἠ̃λθον πρòς τòν ’Ιωάννην καὶ εἰ̃παν αὐτω̨̃ ῥαββί ὃς ἠ̃ν μετὰ σου̃ πέραν του̃ ’Ιορδάνου ὡ̨̃ σὺ μεμαρτύρηκας ἴδε οὑ̃τος βαπτίζει καὶ πάντες ἔρχονται πρòς αὐτόν
27 ἀπεκρίθη ’Ιωάννης καὶ εἰ̃πεν οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ἠ̨̃ δεδομένον αὐτω̨̃ ἐκ του̃ οὐρανου̃
28 αὐτοὶ ὑμει̃ς μοι μαρτυρει̃τε ὅτι εἰ̃πον ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου
29 ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν ὁ δὲ φίλος του̃ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτου̃ χαρα̨̃ χαίρει διὰ τὴν φωνὴν του̃ νυμφίου αὕτη οὐ̃ν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται
30 ἐκει̃νον δει̃ αὐξάνειν ἐμὲ δὲ ἐλαττου̃σθαι
31 ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν ὁ ὢν ἐκ τη̃ς γη̃ς ἐκ τη̃ς γη̃ς ἐστιν καὶ ἐκ τη̃ς γη̃ς λαλει̃ ὁ ἐκ του̃ οὐρανου̃ ἐρχόμενος ἐπάνω πάντων ἐστίν
32 ὃ ἑώρακεν καὶ ἤκουσεν του̃το μαρτυρει̃ καὶ τὴν μαρτυρίαν αὐτου̃ οὐδεὶς λαμβάνει
33 ὁ λαβὼν αὐτου̃ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεòς ἀληθής ἐστιν
34 ὃν γὰρ ἀπέστειλεν ὁ θεòς τὰ ῥήματα του̃ θεου̃ λαλει̃ οὐ γὰρ ἐκ μέτρου δίδωσιν τò πνευ̃μα
35 ὁ πατὴρ ἀγαπα̨̃ τòν υἱόν καὶ πάντα δέδωκεν ἐν τη̨̃ χειρὶ αὐτου̃
36 ὁ πιστεύων εἰς τòν υἱòν ἔχει ζωὴν αἰώνιον ὁ δὲ ἀπειθω̃ν τω̨̃ υἱω̨̃ οὐκ ὄψεται ζωήν ἀλλ' ἡ ὀργὴ του̃ θεου̃ μένει ἐπ' αὐτόν

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 4,  στἰχοι 1-2

ὡς οὐ̃ν ἔγνω ὁ ’Ιησου̃ς ὅτι ἤκουσαν οἱ Φαρισαι̃οι ὅτι ’Ιησου̃ς πλείονας μαθητὰς ποιει̃ καὶ βαπτίζει ἢ ’Ιωάννης
καίτοιγε ’Ιησου̃ς αὐτòς οὐκ ἐβάπτιζεν ἀλλ' οἱ μαθηταὶ αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.