Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 4

ὡς οὐ̃ν ἔγνω ὁ ’Ιησου̃ς ὅτι ἤκουσαν οἱ Φαρισαι̃οι ὅτι ’Ιησου̃ς πλείονας μαθητὰς ποιει̃ καὶ βαπτίζει ἢ ’Ιωάννης
καίτοιγε ’Ιησου̃ς αὐτòς οὐκ ἐβάπτιζεν ἀλλ' οἱ μαθηταὶ αὐτου̃
ἀφη̃κεν τὴν ’Ιουδαίαν καὶ ἀπη̃λθεν πάλιν εἰς τὴν Γαλιλαίαν
ἔδει δὲ αὐτòν διέρχεσθαι διὰ τη̃ς Σαμαρείας
ἔρχεται οὐ̃ν εἰς πόλιν τη̃ς Σαμαρείας λεγομένην Συχὰρ πλησίον του̃ χωρίου ὃ ἔδωκεν ’Ιακὼβ τω̨̃ ’Ιωσὴφ τω̨̃ υἱω̨̃ αὐτου̃
ἠ̃ν δὲ ἐκει̃ πηγὴ του̃ ’Ιακώβ ὁ οὐ̃ν ’Ιησου̃ς κεκοπιακὼς ἐκ τη̃ς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τη̨̃ πηγη̨̃ ὥρα ἠ̃ν ὡς ἕκτη
ἔρχεται γυνὴ ἐκ τη̃ς Σαμαρείας ἀντλη̃σαι ὕδωρ λέγει αὐτη̨̃ ὁ ’Ιησου̃ς δός μοι πει̃ν
οἱ γὰρ μαθηταὶ αὐτου̃ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν
λέγει οὐ̃ν αὐτω̨̃ ἡ γυνὴ ἡ Σαμαρι̃τις πω̃ς σὺ ’Ιουδαι̃ος ὢν παρ' ἐμου̃ πει̃ν αἰτει̃ς γυναικòς Σαμαρίτιδος οὔσης οὐ γὰρ συγχρω̃νται ’Ιουδαι̃οι Σαμαρίταις
10 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτη̨̃ εἰ ἤ̨δεις τὴν δωρεὰν του̃ θεου̃ καὶ τίς ἐστιν ὁ λέγων σοι δός μοι πει̃ν σὺ ἂν ἤ̨τησας αὐτòν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζω̃ν
11 λέγει αὐτω̨̃ ἡ γυνή κύριε οὔτε ἄντλημα ἔχεις καὶ τò φρέαρ ἐστὶν βαθύ πόθεν οὐ̃ν ἔχεις τò ὕδωρ τò ζω̃ν
12 μὴ σὺ μείζων εἰ̃ του̃ πατρòς ἡμω̃ν ’Ιακώβ ὃς ἔδωκεν ἡμι̃ν τò φρέαρ καὶ αὐτòς ἐξ αὐτου̃ ἔπιεν καὶ οἱ υἱοὶ αὐτου̃ καὶ τὰ θρέμματα αὐτου̃
13 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτη̨̃ πα̃ς ὁ πίνων ἐκ του̃ ὕδατος τούτου διψήσει πάλιν
14 ὃς δ' ἂν πίη̨ ἐκ του̃ ὕδατος οὑ̃ ἐγὼ δώσω αὐτω̨̃ οὐ μὴ διψήσει εἰς τòν αἰω̃να ἀλλὰ τò ὕδωρ ὃ δώσω αὐτω̨̃ γενήσεται ἐν αὐτω̨̃ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον
15 λέγει πρòς αὐτòν ἡ γυνή κύριε δός μοι του̃το τò ὕδωρ ἵνα μὴ διψω̃ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλει̃ν
16 λέγει αὐτη̨̃ ὕπαγε φώνησον τòν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε
17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἰ̃πεν αὐτω̨̃ οὐκ ἔχω ἄνδρα λέγει αὐτη̨̃ ὁ ’Ιησου̃ς καλω̃ς εἰ̃πας ὅτι ἄνδρα οὐκ ἔχω
18 πέντε γὰρ ἄνδρας ἔσχες καὶ νυ̃ν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ του̃το ἀληθὲς εἴρηκας
19 λέγει αὐτω̨̃ ἡ γυνή κύριε θεωρω̃ ὅτι προφήτης εἰ̃ σύ
20 οἱ πατέρες ἡμω̃ν ἐν τω̨̃ ὄρει τούτω̨ προσεκύνησαν καὶ ὑμει̃ς λέγετε ὅτι ἐν ‘Ιεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνει̃ν δει̃
21 λέγει αὐτη̨̃ ὁ ’Ιησου̃ς πίστευέ μοι γύναι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τω̨̃ ὄρει τούτω̨ οὔτε ἐν ‘Ιεροσολύμοις προσκυνήσετε τω̨̃ πατρί
22 ὑμει̃ς προσκυνει̃τε ὃ οὐκ οἴδατε ἡμει̃ς προσκυνου̃μεν ὃ οἴδαμεν ὅτι ἡ σωτηρία ἐκ τω̃ν ’Ιουδαίων ἐστίν
23 ἀλλὰ ἔρχεται ὥρα καὶ νυ̃ν ἐστιν ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τω̨̃ πατρὶ ἐν πνεύματι καὶ ἀληθεία̨ καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητει̃ τοὺς προσκυνου̃ντας αὐτόν
24 πνευ̃μα ὁ θεός καὶ τοὺς προσκυνου̃ντας αὐτòν ἐν πνεύματι καὶ ἀληθεία̨ δει̃ προσκυνει̃ν
25 λέγει αὐτω̨̃ ἡ γυνή οἰ̃δα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός ὅταν ἔλθη̨ ἐκει̃νος ἀναγγελει̃ ἡμι̃ν ἅπαντα
26 λέγει αὐτη̨̃ ὁ ’Ιησου̃ς ἐγώ εἰμι ὁ λαλω̃ν σοι
27 καὶ ἐπὶ τούτω̨ ἠ̃λθαν οἱ μαθηταὶ αὐτου̃ καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικòς ἐλάλει οὐδεὶς μέντοι εἰ̃πεν τί ζητει̃ς ἤ τί λαλει̃ς μετ' αὐτη̃ς
28 ἀφη̃κεν οὐ̃ν τὴν ὑδρίαν αὐτη̃ς ἡ γυνὴ καὶ ἀπη̃λθεν εἰς τὴν πόλιν καὶ λέγει τοι̃ς ἀνθρώποις
29 δευ̃τε ἴδετε ἄνθρωπον ὃς εἰ̃πέν μοι πάντα ὅσα ἐποίησα μήτι οὑ̃τός ἐστιν ὁ Χριστός
30 ἐξη̃λθον ἐκ τη̃ς πόλεως καὶ ἤρχοντο πρòς αὐτόν
31 ἐν τω̨̃ μεταξὺ ἠρώτων αὐτòν οἱ μαθηταὶ λέγοντες ῥαββί φάγε
32 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἐγὼ βρω̃σιν ἔχω φαγει̃ν ἣν ὑμει̃ς οὐκ οἴδατε
33 ἔλεγον οὐ̃ν οἱ μαθηταὶ πρòς ἀλλήλους μή τις ἤνεγκεν αὐτω̨̃ φαγει̃ν
34 λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς ἐμòν βρω̃μά ἐστιν ἵνα ποιήσω τò θέλημα του̃ πέμψαντός με καὶ τελειώσω αὐτου̃ τò ἔργον
35 οὐχ ὑμει̃ς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμòς ἔρχεται ἰδοὺ λέγω ὑμι̃ν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρòς θερισμόν ἤδη
36 ὁ θερίζων μισθòν λαμβάνει καὶ συνάγει καρπòν εἰς ζωὴν αἰώνιον ἵνα ὁ σπείρων ὁμου̃ χαίρη̨ καὶ ὁ θερίζων
37 ἐν γὰρ τούτω̨ ὁ λόγος ἐστὶν ἀληθινòς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων
38 ἐγὼ ἀπέστειλα ὑμα̃ς θερίζειν ὃ οὐχ ὑμει̃ς κεκοπιάκατε ἄλλοι κεκοπιάκασιν καὶ ὑμει̃ς εἰς τòν κόπον αὐτω̃ν εἰσεληλύθατε
39 ἐκ δὲ τη̃ς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτòν τω̃ν Σαμαριτω̃ν διὰ τòν λόγον τη̃ς γυναικòς μαρτυρούσης ὅτι εἰ̃πέν μοι πάντα ἃ ἐποίησα
40 ὡς οὐ̃ν ἠ̃λθον πρòς αὐτòν οἱ Σαμαρι̃ται ἠρώτων αὐτòν μει̃ναι παρ' αὐτοι̃ς καὶ ἔμεινεν ἐκει̃ δύο ἡμέρας
41 καὶ πολλω̨̃ πλείους ἐπίστευσαν διὰ τòν λόγον αὐτου̃
42 τη̨̃ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὑ̃τός ἐστιν ἀληθω̃ς ὁ σωτὴρ του̃ κόσμου
43 μετὰ δὲ τὰς δύο ἡμέρας ἐξη̃λθεν ἐκει̃θεν εἰς τὴν Γαλιλαίαν
44 αὐτòς γὰρ ’Ιησου̃ς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τη̨̃ ἰδία̨ πατρίδι τιμὴν οὐκ ἔχει
45 ὅτε οὐ̃ν ἠ̃λθεν εἰς τὴν Γαλιλαίαν ἐδέξαντο αὐτòν οἱ Γαλιλαι̃οι πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν ‘Ιεροσολύμοις ἐν τη̨̃ ἑορτη̨̃ καὶ αὐτοὶ γὰρ ἠ̃λθον εἰς τὴν ἑορτήν
46 ἠ̃λθεν οὐ̃ν πάλιν εἰς τὴν Κανὰ τη̃ς Γαλιλαίας ὅπου ἐποίησεν τò ὕδωρ οἰ̃νον καὶ ἠ̃ν τις βασιλικòς οὑ̃ ὁ υἱòς ἠσθένει ἐν Καφαρναούμ
47 οὑ̃τος ἀκούσας ὅτι ’Ιησου̃ς ἥκει ἐκ τη̃ς ’Ιουδαίας εἰς τὴν Γαλιλαίαν ἀπη̃λθεν πρòς αὐτòν καὶ ἠρώτα ἵνα καταβη̨̃ καὶ ἰάσηται αὐτου̃ τòν υἱόν ἤμελλεν γὰρ ἀποθνή̨σκειν
48 εἰ̃πεν οὐ̃ν ὁ ’Ιησου̃ς πρòς αὐτόν ἐὰν μὴ σημει̃α καὶ τέρατα ἴδητε οὐ μὴ πιστεύσητε
49 λέγει πρòς αὐτòν ὁ βασιλικός κύριε κατάβηθι πρὶν ἀποθανει̃ν τò παιδίον μου
50 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς πορεύου ὁ υἱός σου ζη̨̃ ἐπίστευσεν ὁ ἄνθρωπος τω̨̃ λόγω̨ ὃν εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ ἐπορεύετο
51 ἤδη δὲ αὐτου̃ καταβαίνοντος οἱ δου̃λοι αὐτου̃ ὑπήντησαν αὐτω̨̃ λέγοντες ὅτι ὁ παι̃ς αὐτου̃ ζη̨̃
52 ἐπύθετο οὐ̃ν τὴν ὥραν παρ' αὐτω̃ν ἐν ἡ̨̃ κομψότερον ἔσχεν εἰ̃παν οὐ̃ν αὐτω̨̃ ὅτι ἐχθὲς ὥραν ἑβδόμην ἀφη̃κεν αὐτòν ὁ πυρετός
53 ἔγνω οὐ̃ν ὁ πατὴρ ὅτι ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ ἐν ἡ̨̃ εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς ὁ υἱός σου ζη̨̃ καὶ ἐπίστευσεν αὐτòς καὶ ἡ οἰκία αὐτου̃ ὅλη
54 του̃το δὲ πάλιν δεύτερον σημει̃ον ἐποίησεν ὁ ’Ιησου̃ς ἐλθὼν ἐκ τη̃ς ’Ιουδαίας εἰς τὴν Γαλιλαίαν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.