Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 5

μετὰ ταυ̃τα ἠ̃ν ἑορτὴ τω̃ν ’Ιουδαίων καὶ ἀνέβη ’Ιησου̃ς εἰς ‘Ιεροσόλυμα
ἔστιν δὲ ἐν τοι̃ς ‘Ιεροσολύμοις ἐπὶ τη̨̃ προβατικη̨̃ κολυμβήθρα ἡ ἐπιλεγομένη ‘Εβραϊστὶ Βηθζαθά πέντε στοὰς ἔχουσα
ἐν ταύταις κατέκειτο πλη̃θος τω̃ν ἀσθενούντων τυφλω̃ν χωλω̃ν ξηρω̃ν
...
ἠ̃ν δέ τις ἄνθρωπος ἐκει̃ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τη̨̃ ἀσθενεία̨ αὐτου̃
του̃τον ἰδὼν ὁ ’Ιησου̃ς κατακείμενον καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει λέγει αὐτω̨̃ θέλεις ὑγιὴς γενέσθαι
ἀπεκρίθη αὐτω̨̃ ὁ ἀσθενω̃ν κύριε ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθη̨̃ τò ὕδωρ βάλη̨ με εἰς τὴν κολυμβήθραν ἐν ὡ̨̃ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρò ἐμου̃ καταβαίνει
λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἔγειρε ἀ̃ρον τòν κράβαττόν σου καὶ περιπάτει
καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἠ̃ρεν τòν κράβαττον αὐτου̃ καὶ περιεπάτει ἠ̃ν δὲ σάββατον ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨
10 ἔλεγον οὐ̃ν οἱ ’Ιουδαι̃οι τω̨̃ τεθεραπευμένω̨ σάββατόν ἐστιν καὶ οὐκ ἔξεστίν σοι ἀ̃ραι τòν κράβαττόν σου
11 ὁ δὲ ἀπεκρίθη αὐτοι̃ς ὁ ποιήσας με ὑγιη̃ ἐκει̃νός μοι εἰ̃πεν ἀ̃ρον τòν κράβαττόν σου καὶ περιπάτει
12 ἠρώτησαν αὐτόν τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι ἀ̃ρον καὶ περιπάτει
13 ὁ δὲ ἰαθεὶς οὐκ ἤ̨δει τίς ἐστιν ὁ γὰρ ’Ιησου̃ς ἐξένευσεν ὄχλου ὄντος ἐν τω̨̃ τόπω̨
14 μετὰ ταυ̃τα εὑρίσκει αὐτòν ὁ ’Ιησου̃ς ἐν τω̨̃ ἱερω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε ἵνα μὴ χει̃ρόν σοί τι γένηται
15 ἀπη̃λθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοι̃ς ’Ιουδαίοις ὅτι ’Ιησου̃ς ἐστιν ὁ ποιήσας αὐτòν ὑγιη̃
16 καὶ διὰ του̃το ἐδίωκον οἱ ’Ιουδαι̃οι τòν ’Ιησου̃ν ὅτι ταυ̃τα ἐποίει ἐν σαββάτω̨
17 ὁ δὲ ’Ιησου̃ς ἀπεκρίνατο αὐτοι̃ς ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι
18 διὰ του̃το οὐ̃ν μα̃λλον ἐζήτουν αὐτòν οἱ ’Ιουδαι̃οι ἀποκτει̃ναι ὅτι οὐ μόνον ἔλυεν τò σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τòν θεόν ἴσον ἑαυτòν ποιω̃ν τω̨̃ θεω̨̃
19 ἀπεκρίνατο οὐ̃ν ὁ ’Ιησου̃ς καὶ ἔλεγεν αὐτοι̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν οὐ δύναται ὁ υἱòς ποιει̃ν ἀφ' ἑαυτου̃ οὐδὲν ἐὰν μή τι βλέπη̨ τòν πατέρα ποιου̃ντα ἃ γὰρ ἂν ἐκει̃νος ποιη̨̃ ταυ̃τα καὶ ὁ υἱòς ὁμοίως ποιει̃
20 ὁ γὰρ πατὴρ φιλει̃ τòν υἱòν καὶ πάντα δείκνυσιν αὐτω̨̃ ἃ αὐτòς ποιει̃ καὶ μείζονα τούτων δείξει αὐτω̨̃ ἔργα ἵνα ὑμει̃ς θαυμάζητε
21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζω̨οποιει̃ οὕτως καὶ ὁ υἱòς οὓς θέλει ζω̨οποιει̃
22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πα̃σαν δέδωκεν τω̨̃ υἱω̨̃
23 ἵνα πάντες τιμω̃σι τòν υἱòν καθὼς τιμω̃σι τòν πατέρα ὁ μὴ τιμω̃ν τòν υἱòν οὐ τιμα̨̃ τòν πατέρα τòν πέμψαντα αὐτόν
24 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι ὁ τòν λόγον μου ἀκούων καὶ πιστεύων τω̨̃ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ του̃ θανάτου εἰς τὴν ζωήν
25 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι ἔρχεται ὥρα καὶ νυ̃ν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τη̃ς φωνη̃ς του̃ υἱου̃ του̃ θεου̃ καὶ οἱ ἀκούσαντες ζήσουσιν
26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτω̨̃ οὕτως καὶ τω̨̃ υἱω̨̃ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτω̨̃
27 καὶ ἐξουσίαν ἔδωκεν αὐτω̨̃ κρίσιν ποιει̃ν ὅτι υἱòς ἀνθρώπου ἐστίν
28 μὴ θαυμάζετε του̃το ὅτι ἔρχεται ὥρα ἐν ἡ̨̃ πάντες οἱ ἐν τοι̃ς μνημείοις ἀκούσουσιν τη̃ς φωνη̃ς αὐτου̃
29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωη̃ς οἱ δὲ τὰ φαυ̃λα πράξαντες εἰς ἀνάστασιν κρίσεως
30 οὐ δύναμαι ἐγὼ ποιει̃ν ἀπ' ἐμαυτου̃ οὐδέν καθὼς ἀκούω κρίνω καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν ὅτι οὐ ζητω̃ τò θέλημα τò ἐμòν ἀλλὰ τò θέλημα του̃ πέμψαντός με
31 ἐὰν ἐγὼ μαρτυρω̃ περὶ ἐμαυτου̃ ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής
32 ἄλλος ἐστὶν ὁ μαρτυρω̃ν περὶ ἐμου̃ καὶ οἰ̃δα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρει̃ περὶ ἐμου̃
33 ὑμει̃ς ἀπεστάλκατε πρòς ’Ιωάννην καὶ μεμαρτύρηκεν τη̨̃ ἀληθεία̨
34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ἀλλὰ ταυ̃τα λέγω ἵνα ὑμει̃ς σωθη̃τε
35 ἐκει̃νος ἠ̃ν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ὑμει̃ς δὲ ἠθελήσατε ἀγαλλιαθη̃ναι πρòς ὥραν ἐν τω̨̃ φωτὶ αὐτου̃
36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω του̃ ’Ιωάννου τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά αὐτὰ τὰ ἔργα ἃ ποιω̃ μαρτυρει̃ περὶ ἐμου̃ ὅτι ὁ πατήρ με ἀπέσταλκεν
37 καὶ ὁ πέμψας με πατὴρ ἐκει̃νος μεμαρτύρηκεν περὶ ἐμου̃ οὔτε φωνὴν αὐτου̃ πώποτε ἀκηκόατε οὔτε εἰ̃δος αὐτου̃ ἑωράκατε
38 καὶ τòν λόγον αὐτου̃ οὐκ ἔχετε ἐν ὑμι̃ν μένοντα ὅτι ὃν ἀπέστειλεν ἐκει̃νος τούτω̨ ὑμει̃ς οὐ πιστεύετε
39 ἐραυνα̃τε τὰς γραφάς ὅτι ὑμει̃ς δοκει̃τε ἐν αὐται̃ς ζωὴν αἰώνιον ἔχειν καὶ ἐκει̃ναί εἰσιν αἱ μαρτυρου̃σαι περὶ ἐμου̃
40 καὶ οὐ θέλετε ἐλθει̃ν πρός με ἵνα ζωὴν ἔχητε
41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω
42 ἀλλὰ ἔγνωκα ὑμα̃ς ὅτι τὴν ἀγάπην του̃ θεου̃ οὐκ ἔχετε ἐν ἑαυτοι̃ς
43 ἐγὼ ἐλήλυθα ἐν τω̨̃ ὀνόματι του̃ πατρός μου καὶ οὐ λαμβάνετέ με ἐὰν ἄλλος ἔλθη̨ ἐν τω̨̃ ὀνόματι τω̨̃ ἰδίω̨ ἐκει̃νον λήμψεσθε
44 πω̃ς δύνασθε ὑμει̃ς πιστευ̃σαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ του̃ μόνου θεου̃ οὐ ζητει̃τε
45 μὴ δοκει̃τε ὅτι ἐγὼ κατηγορήσω ὑμω̃ν πρòς τòν πατέρα ἔστιν ὁ κατηγορω̃ν ὑμω̃ν Μωϋση̃ς εἰς ὃν ὑμει̃ς ἠλπίκατε
46 εἰ γὰρ ἐπιστεύετε Μωϋσει̃ ἐπιστεύετε ἂν ἐμοί περὶ γὰρ ἐμου̃ ἐκει̃νος ἔγραψεν
47 εἰ δὲ τοι̃ς ἐκείνου γράμμασιν οὐ πιστεύετε πω̃ς τοι̃ς ἐμοι̃ς ῥήμασιν πιστεύσετε
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.