ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 5,
στἰχοι 31-47
31 ἐὰν ἐγὼ μαρτυρω̃ περὶ ἐμαυτου̃ ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής |
32 ἄλλος ἐστὶν ὁ μαρτυρω̃ν περὶ ἐμου̃ καὶ οἰ̃δα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρει̃ περὶ ἐμου̃ |
33 ὑμει̃ς ἀπεστάλκατε πρòς ’Ιωάννην καὶ μεμαρτύρηκεν τη̨̃ ἀληθεία̨ |
34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ἀλλὰ ταυ̃τα λέγω ἵνα ὑμει̃ς σωθη̃τε |
35 ἐκει̃νος ἠ̃ν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ὑμει̃ς δὲ ἠθελήσατε ἀγαλλιαθη̃ναι πρòς ὥραν ἐν τω̨̃ φωτὶ αὐτου̃ |
36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω του̃ ’Ιωάννου τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά αὐτὰ τὰ ἔργα ἃ ποιω̃ μαρτυρει̃ περὶ ἐμου̃ ὅτι ὁ πατήρ με ἀπέσταλκεν |
37 καὶ ὁ πέμψας με πατὴρ ἐκει̃νος μεμαρτύρηκεν περὶ ἐμου̃ οὔτε φωνὴν αὐτου̃ πώποτε ἀκηκόατε οὔτε εἰ̃δος αὐτου̃ ἑωράκατε |
38 καὶ τòν λόγον αὐτου̃ οὐκ ἔχετε ἐν ὑμι̃ν μένοντα ὅτι ὃν ἀπέστειλεν ἐκει̃νος τούτω̨ ὑμει̃ς οὐ πιστεύετε |
39 ἐραυνα̃τε τὰς γραφάς ὅτι ὑμει̃ς δοκει̃τε ἐν αὐται̃ς ζωὴν αἰώνιον ἔχειν καὶ ἐκει̃ναί εἰσιν αἱ μαρτυρου̃σαι περὶ ἐμου̃ |
40 καὶ οὐ θέλετε ἐλθει̃ν πρός με ἵνα ζωὴν ἔχητε |
41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω |
42 ἀλλὰ ἔγνωκα ὑμα̃ς ὅτι τὴν ἀγάπην του̃ θεου̃ οὐκ ἔχετε ἐν ἑαυτοι̃ς |
43 ἐγὼ ἐλήλυθα ἐν τω̨̃ ὀνόματι του̃ πατρός μου καὶ οὐ λαμβάνετέ με ἐὰν ἄλλος ἔλθη̨ ἐν τω̨̃ ὀνόματι τω̨̃ ἰδίω̨ ἐκει̃νον λήμψεσθε |
44 πω̃ς δύνασθε ὑμει̃ς πιστευ̃σαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ του̃ μόνου θεου̃ οὐ ζητει̃τε |
45 μὴ δοκει̃τε ὅτι ἐγὼ κατηγορήσω ὑμω̃ν πρòς τòν πατέρα ἔστιν ὁ κατηγορω̃ν ὑμω̃ν Μωϋση̃ς εἰς ὃν ὑμει̃ς ἠλπίκατε |
46 εἰ γὰρ ἐπιστεύετε Μωϋσει̃ ἐπιστεύετε ἂν ἐμοί περὶ γὰρ ἐμου̃ ἐκει̃νος ἔγραψεν |
47 εἰ δὲ τοι̃ς ἐκείνου γράμμασιν οὐ πιστεύετε πω̃ς τοι̃ς ἐμοι̃ς ῥήμασιν πιστεύσετε |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.