1 καὶ παράγων εἰ̃δεν ἄνθρωπον τυφλòν ἐκ γενετη̃ς |
2 καὶ ἠρώτησαν αὐτòν οἱ μαθηταὶ αὐτου̃ λέγοντες ῥαββί τίς ἥμαρτεν οὑ̃τος ἢ οἱ γονει̃ς αὐτου̃ ἵνα τυφλòς γεννηθη̨̃ |
3 ἀπεκρίθη ’Ιησου̃ς οὔτε οὑ̃τος ἥμαρτεν οὔτε οἱ γονει̃ς αὐτου̃ ἀλλ' ἵνα φανερωθη̨̃ τὰ ἔργα του̃ θεου̃ ἐν αὐτω̨̃ |
4 ἡμα̃ς δει̃ ἐργάζεσθαι τὰ ἔργα του̃ πέμψαντός με ἕως ἡμέρα ἐστίν ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι |
5 ὅταν ἐν τω̨̃ κόσμω̨ ὠ̃ φω̃ς εἰμι του̃ κόσμου |
6 ταυ̃τα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλòν ἐκ του̃ πτύσματος καὶ ἐπέχρισεν αὐτου̃ τòν πηλòν ἐπὶ τοὺς ὀφθαλμοὺς |
7 καὶ εἰ̃πεν αὐτω̨̃ ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν του̃ Σιλωάμ ὃ ἑρμηνεύεται ἀπεσταλμένος ἀπη̃λθεν οὐ̃ν καὶ ἐνίψατο καὶ ἠ̃λθεν βλέπων |
8 οἱ οὐ̃ν γείτονες καὶ οἱ θεωρου̃ντες αὐτòν τò πρότερον ὅτι προσαίτης ἠ̃ν ἔλεγον οὐχ οὑ̃τός ἐστιν ὁ καθήμενος καὶ προσαιτω̃ν |
9 ἄλλοι ἔλεγον ὅτι οὑ̃τός ἐστιν ἄλλοι ἔλεγον οὐχί ἀλλὰ ὅμοιος αὐτω̨̃ ἐστιν ἐκει̃νος ἔλεγεν ὅτι ἐγώ εἰμι |
10 ἔλεγον οὐ̃ν αὐτω̨̃ πω̃ς οὐ̃ν ἠνεώ̨χθησάν σου οἱ ὀφθαλμοί |
11 ἀπεκρίθη ἐκει̃νος ὁ ἄνθρωπος ὁ λεγόμενος ’Ιησου̃ς πηλòν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἰ̃πέν μοι ὅτι ὕπαγε εἰς τòν Σιλωὰμ καὶ νίψαι ἀπελθὼν οὐ̃ν καὶ νιψάμενος ἀνέβλεψα |
12 καὶ εἰ̃παν αὐτω̨̃ που̃ ἐστιν ἐκει̃νος λέγει οὐκ οἰ̃δα |
13 ἄγουσιν αὐτòν πρòς τοὺς Φαρισαίους τόν ποτε τυφλόν |
14 ἠ̃ν δὲ σάββατον ἐν ἡ̨̃ ἡμέρα̨ τòν πηλòν ἐποίησεν ὁ ’Ιησου̃ς καὶ ἀνέω̨ξεν αὐτου̃ τοὺς ὀφθαλμούς |
15 πάλιν οὐ̃ν ἠρώτων αὐτòν καὶ οἱ Φαρισαι̃οι πω̃ς ἀνέβλεψεν ὁ δὲ εἰ̃πεν αὐτοι̃ς πηλòν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς καὶ ἐνιψάμην καὶ βλέπω |
16 ἔλεγον οὐ̃ν ἐκ τω̃ν Φαρισαίων τινές οὐκ ἔστιν οὑ̃τος παρὰ θεου̃ ὁ ἄνθρωπος ὅτι τò σάββατον οὐ τηρει̃ ἄλλοι δὲ ἔλεγον πω̃ς δύναται ἄνθρωπος ἁμαρτωλòς τοιαυ̃τα σημει̃α ποιει̃ν καὶ σχίσμα ἠ̃ν ἐν αὐτοι̃ς |
17 λέγουσιν οὐ̃ν τω̨̃ τυφλω̨̃ πάλιν τί σὺ λέγεις περὶ αὐτου̃ ὅτι ἠνέω̨ξέν σου τοὺς ὀφθαλμούς ὁ δὲ εἰ̃πεν ὅτι προφήτης ἐστίν |
18 οὐκ ἐπίστευσαν οὐ̃ν οἱ ’Ιουδαι̃οι περὶ αὐτου̃ ὅτι ἠ̃ν τυφλòς καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονει̃ς αὐτου̃ του̃ ἀναβλέψαντος |
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες οὑ̃τός ἐστιν ὁ υἱòς ὑμω̃ν ὃν ὑμει̃ς λέγετε ὅτι τυφλòς ἐγεννήθη πω̃ς οὐ̃ν βλέπει ἄρτι |
20 ἀπεκρίθησαν οὐ̃ν οἱ γονει̃ς αὐτου̃ καὶ εἰ̃παν οἴδαμεν ὅτι οὑ̃τός ἐστιν ὁ υἱòς ἡμω̃ν καὶ ὅτι τυφλòς ἐγεννήθη |
21 πω̃ς δὲ νυ̃ν βλέπει οὐκ οἴδαμεν ἢ τίς ἤνοιξεν αὐτου̃ τοὺς ὀφθαλμοὺς ἡμει̃ς οὐκ οἴδαμεν αὐτòν ἐρωτήσατε ἡλικίαν ἔχει αὐτòς περὶ ἑαυτου̃ λαλήσει |
22 ταυ̃τα εἰ̃παν οἱ γονει̃ς αὐτου̃ ὅτι ἐφοβου̃ντο τοὺς ’Ιουδαίους ἤδη γὰρ συνετέθειντο οἱ ’Ιουδαι̃οι ἵνα ἐάν τις αὐτòν ὁμολογήση̨ Χριστόν ἀποσυνάγωγος γένηται |
23 διὰ του̃το οἱ γονει̃ς αὐτου̃ εἰ̃παν ὅτι ἡλικίαν ἔχει αὐτòν ἐπερωτήσατε |
24 ἐφώνησαν οὐ̃ν τòν ἄνθρωπον ἐκ δευτέρου ὃς ἠ̃ν τυφλòς καὶ εἰ̃παν αὐτω̨̃ δòς δόξαν τω̨̃ θεω̨̃ ἡμει̃ς οἴδαμεν ὅτι οὑ̃τος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν |
25 ἀπεκρίθη οὐ̃ν ἐκει̃νος εἰ ἁμαρτωλός ἐστιν οὐκ οἰ̃δα ἓν οἰ̃δα ὅτι τυφλòς ὢν ἄρτι βλέπω |
26 εἰ̃πον οὐ̃ν αὐτω̨̃ τί ἐποίησέν σοι πω̃ς ἤνοιξέν σου τοὺς ὀφθαλμούς |
27 ἀπεκρίθη αὐτοι̃ς εἰ̃πον ὑμι̃ν ἤδη καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμει̃ς θέλετε αὐτου̃ μαθηταὶ γενέσθαι |
28 καὶ ἐλοιδόρησαν αὐτòν καὶ εἰ̃πον σὺ μαθητὴς εἰ̃ ἐκείνου ἡμει̃ς δὲ του̃ Μωϋσέως ἐσμὲν μαθηταί |
29 ἡμει̃ς οἴδαμεν ὅτι Μωϋσει̃ λελάληκεν ὁ θεός του̃τον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν |
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἰ̃πεν αὐτοι̃ς ἐν τούτω̨ γὰρ τò θαυμαστόν ἐστιν ὅτι ὑμει̃ς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς |
31 οἴδαμεν ὅτι ἁμαρτωλω̃ν ὁ θεòς οὐκ ἀκούει ἀλλ' ἐάν τις θεοσεβὴς ἠ̨̃ καὶ τò θέλημα αὐτου̃ ποιη̨̃ τούτου ἀκούει |
32 ἐκ του̃ αἰω̃νος οὐκ ἠκούσθη ὅτι ἠνέω̨ξέν τις ὀφθαλμοὺς τυφλου̃ γεγεννημένου |
33 εἰ μὴ ἠ̃ν οὑ̃τος παρὰ θεου̃ οὐκ ἠδύνατο ποιει̃ν οὐδέν |
34 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμα̃ς καὶ ἐξέβαλον αὐτòν ἔξω |
35 ἤκουσεν ’Ιησου̃ς ὅτι ἐξέβαλον αὐτòν ἔξω καὶ εὑρὼν αὐτòν εἰ̃πεν σὺ πιστεύεις εἰς τòν υἱòν του̃ ἀνθρώπου |
36 ἀπεκρίθη ἐκει̃νος καὶ εἰ̃πεν καὶ τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν |
37 εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ ἑώρακας αὐτòν καὶ ὁ λαλω̃ν μετὰ σου̃ ἐκει̃νός ἐστιν |
38 ὁ δὲ ἔφη πιστεύω κύριε καὶ προσεκύνησεν αὐτω̨̃ |
39 καὶ εἰ̃πεν ὁ ’Ιησου̃ς εἰς κρίμα ἐγὼ εἰς τòν κόσμον του̃τον ἠ̃λθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται |
40 ἤκουσαν ἐκ τω̃ν Φαρισαίων ταυ̃τα οἱ μετ' αὐτου̃ ὄντες καὶ εἰ̃πον αὐτω̨̃ μὴ καὶ ἡμει̃ς τυφλοί ἐσμεν |
41 εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς εἰ τυφλοὶ ἠ̃τε οὐκ ἂν εἴχετε ἁμαρτίαν νυ̃ν δὲ λέγετε ὅτι βλέπομεν ἡ ἁμαρτία ὑμω̃ν μένει |