Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

IHSOUS NAUH, κεφαλίς 13

καὶ 'Ιησου̃ς πρεσβύτερος προβεβηκὼς τω̃ν ἡμερω̃ν καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν σὺ προβέβηκας τω̃ν ἡμερω̃ν καὶ ἡ γη̃ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν
καὶ αὕτη ἡ γη̃ ἡ καταλελειμμένη ὅρια Φυλιστιιμ ὁ Γεσιρι καὶ ὁ Χαναναι̃ος
ἀπὸ τη̃ς ἀοικήτου τη̃ς κατὰ πρόσωπον Αἰγύπτου ἕως τω̃ν ὁρίων Ακκαρων ἐξ εὐωνύμων τω̃ν Χαναναίων προσλογίζεται ται̃ς πέντε σατραπείαις τω̃ν Φυλιστιιμ τω̨̃ Γαζαίω̨ καὶ τω̨̃ 'Αζωτίω̨ καὶ τω̨̃ 'Ασκαλωνίτη̨ καὶ τω̨̃ Γεθθαίω̨ καὶ τω̨̃ Ακκαρωνίτη̨ καὶ τω̨̃ Ευαίω̨
ἐκ Θαιμαν καὶ πάση̨ γη̨̃ Χανααν ἐναντίον Γάζης καὶ οἱ Σιδώνιοι ἕως Αφεκ ἕως τω̃ν ὁρίων τω̃ν Αμορραίων
καὶ πα̃σαν τὴν γη̃ν Γαβλι Φυλιστιιμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολω̃ν ἡλίου ἀπὸ Γαλγαλ ὑπὸ τὸ ὄρος τὸ Αερμων ἕως τη̃ς εἰσόδου Εμαθ
πα̃ς ὁ κατοικω̃ν τὴν ὀρεινὴν ἀπὸ του̃ Λιβάνου ἕως τη̃ς Μασερεφωθμαιμ πάντας τοὺς Σιδωνίους ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ισραηλ ἀλλὰ διάδος αὐτὴν ἐν κλήρω̨ τω̨̃ Ισραηλ ὃν τρόπον σοι ἐνετειλάμην
καὶ νυ̃ν μέρισον τὴν γη̃ν ταύτην ἐν κληρονομία̨ ται̃ς ἐννέα φυλαι̃ς καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση ἀπὸ του̃ Ιορδάνου ἕως τη̃ς θαλάσσης τη̃ς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν ἡ θάλασσα ἡ μεγάλη ὁριει̃
ται̃ς δὲ δύο φυλαι̃ς καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ ἔδωκεν Μωυση̃ς ἐν τω̨̃ πέραν του̃ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυση̃ς ὁ παι̃ς κυρίου
ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ του̃ χείλους χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν ἐν μέσω̨ τη̃ς φάραγγος καὶ πα̃σαν τὴν Μισωρ ἀπὸ Μαιδαβα ἕως Δαιβαν
10 πάσας τὰς πόλεις Σηων βασιλέως Αμορραίων ὃς ἐβασίλευσεν ἐν Εσεβων ἕως τω̃ν ὁρίων υἱω̃ν Αμμων
11 καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρι καὶ του̃ Μαχατι πα̃ν ὄρος Αερμων καὶ πα̃σαν τὴν Βασανι̃τιν ἕως Σελχα
12 πα̃σαν τὴν βασιλείαν Ωγ ἐν τη̨̃ Βασανίτιδι ὃς ἐβασίλευσεν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν οὑ̃τος κατελείφθη ἀπὸ τω̃ν γιγάντων καὶ ἐπάταξεν αὐτὸν Μωυση̃ς καὶ ἐξωλέθρευσεν
13 καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ τὸν Γεσιρι καὶ τὸν Μαχατι καὶ τὸν Χαναναι̃ον καὶ κατώ̨κει βασιλεὺς Γεσιρι καὶ ὁ Μαχατι ἐν τοι̃ς υἱοι̃ς Ισραηλ ἕως τη̃ς σήμερον ἡμέρας
14 πλὴν τη̃ς φυλη̃ς Λευι οὐκ ἐδόθη κληρονομία κύριος ὁ θεὸς Ισραηλ οὑ̃τος αὐτω̃ν κληρονομία καθὰ εἰ̃πεν αὐτοι̃ς κύριος καὶ οὑ̃τος ὁ καταμερισμός ὃν κατεμέρισεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου κατὰ Ιεριχω
15 καὶ ἔδωκεν Μωυση̃ς τη̨̃ φυλη̨̃ Ρουβην κατὰ δήμους αὐτω̃ν
16 καὶ ἐγενήθη αὐτω̃ν τὰ ὅρια ἀπὸ Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Αρνων καὶ ἡ πόλις ἡ ἐν τη̨̃ φάραγγι Αρνων καὶ πα̃σαν τὴν Μισωρ
17 ἕως Εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τη̨̃ Μισωρ καὶ Δαιβων καὶ Βαμωθβααλ καὶ οἴκου Βεελμων
18 καὶ Ιασσα καὶ Κεδημωθ καὶ Μεφααθ
19 καὶ Καριαθαιμ καὶ Σεβαμα καὶ Σεραδα καὶ Σιωρ ἐν τω̨̃ ὄρει Εμακ
20 καὶ Βαιθφογωρ καὶ Ασηδωθ Φασγα καὶ Βαιθασιμωθ
21 καὶ πάσας τὰς πόλεις του̃ Μισωρ καὶ πα̃σαν τὴν βασιλείαν του̃ Σηων βασιλέως τω̃ν Αμορραίων ὃν ἐπάταξεν Μωυση̃ς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιαμ καὶ τὸν Ευι καὶ τὸν Ροκομ καὶ τὸν Σουρ καὶ τὸν Ουρ καὶ τὸν Ροβε ἄρχοντας παρὰ Σηων καὶ τοὺς κατοικου̃ντας τὴν γη̃ν
22 καὶ τὸν Βαλααμ τὸν του̃ Βεωρ τὸν μάντιν ἀπέκτειναν ἐν τη̨̃ ῥοπη̨̃
23 ἐγένετο δὲ τὰ ὅρια Ρουβην Ιορδάνης ὅριον αὕτη ἡ κληρονομία υἱω̃ν Ρουβην κατὰ δήμους αὐτω̃ν αἱ πόλεις αὐτω̃ν καὶ αἱ ἐπαύλεις αὐτω̃ν
24 ἔδωκεν δὲ Μωυση̃ς τοι̃ς υἱοι̃ς Γαδ κατὰ δήμους αὐτω̃ν
25 καὶ ἐγένετο τὰ ὅρια αὐτω̃ν Ιαζηρ πα̃σαι αἱ πόλεις Γαλααδ καὶ τὸ ἥμισυ γη̃ς υἱω̃ν Αμμων ἕως Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον Ραββα
26 καὶ ἀπὸ Εσεβων ἕως Ραμωθ κατὰ τὴν Μασσηφα καὶ Βοτανιν καὶ Μααναιν ἕως τω̃ν ὁρίων Δαβιρ
27 καὶ ἐν Εμεκ Βαιθαραμ καὶ Βαιθαναβρα καὶ Σοκχωθα καὶ Σαφαν καὶ τὴν λοιπὴν βασιλείαν Σηων βασιλέως Εσεβων καὶ ὁ Ιορδάνης ὁριει̃ ἕως μέρους τη̃ς θαλάσσης Χενερεθ πέραν του̃ Ιορδάνου ἀπ' ἀνατολω̃ν
28 αὕτη ἡ κληρονομία υἱω̃ν Γαδ κατὰ δήμους αὐτω̃ν αἱ πόλεις αὐτω̃ν καὶ αἱ ἐπαύλεις αὐτω̃ν
29 καὶ ἔδωκεν Μωυση̃ς τω̨̃ ἡμίσει φυλη̃ς Μανασση κατὰ δήμους αὐτω̃ν
30 καὶ ἐγένετο τὰ ὅρια αὐτω̃ν ἀπὸ Μααναιμ καὶ πα̃σα βασιλεία Βασανι καὶ πα̃σα βασιλεία Ωγ βασιλέως Βασαν καὶ πάσας τὰς κώμας Ιαϊρ αἵ εἰσιν ἐν τη̨̃ Βασανίτιδι ἑξήκοντα πόλεις
31 καὶ τὸ ἥμισυ τη̃ς Γαλααδ καὶ ἐν Ασταρωθ καὶ ἐν Εδραϊν πόλεις βασιλείας Ωγ ἐν Βασανίτιδι καὶ ἐδόθησαν τοι̃ς υἱοι̃ς Μαχιρ υἱου̃ Μανασση καὶ τοι̃ς ἡμίσεσιν υἱοι̃ς Μαχιρ υἱου̃ Μανασση κατὰ δήμους αὐτω̃ν
32 οὑ̃τοι οὓς κατεκληρονόμησεν Μωυση̃ς πέραν του̃ Ιορδάνου ἐν Αραβωθ Μωαβ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ ἀνατολω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.