IHSOUS NAUH,
κεφαλίς 17,
στἰχοι 12-18
12 καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασση ἐξολεθρευ̃σαι τὰς πόλεις ταύτας καὶ ἤρχετο ὁ Χαναναι̃ος κατοικει̃ν ἐν τη̨̃ γη̨̃ ταύτη̨ |
13 καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους ἐξολεθρευ̃σαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν |
14 ἀντει̃παν δὲ οἱ υἱοὶ Ιωσηφ τω̨̃ 'Ιησου̃ λέγοντες διὰ τί ἐκληρονόμησας ἡμα̃ς κλη̃ρον ἕνα καὶ σχοίνισμα ἕν ἐγὼ δὲ λαὸς πολύς εἰμι καὶ ὁ θεὸς εὐλόγησέν με |
15 καὶ εἰ̃πεν αὐτοι̃ς 'Ιησου̃ς εἰ λαὸς πολὺς εἰ̃ ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτω̨̃ εἰ στενοχωρει̃ σε τὸ ὄρος τὸ Εφραιμ |
16 καὶ εἰ̃παν οὐκ ἀρκέσει ἡμι̃ν τὸ ὄρος τὸ Εφραιμ καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τω̨̃ Χαναναίω̨ τω̨̃ κατοικου̃ντι ἐν αὐτω̨̃ ἐν Βαιθσαν καὶ ἐν ται̃ς κώμαις αὐτη̃ς ἐν τη̨̃ κοιλάδι Ιεζραελ |
17 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ιωσηφ εἰ λαὸς πολὺς εἰ̃ καὶ ἰσχὺν μεγάλην ἔχεις οὐκ ἔσται σοι κλη̃ρος εἱ̃ς |
18 ὁ γὰρ δρυμὸς ἔσται σοι ὅτι δρυμός ἐστιν καὶ ἐκκαθαριει̃ς αὐτὸν καὶ ἔσται σοι καὶ ὅταν ἐξολεθρεύση̨ς τὸν Χαναναι̃ον ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτω̨̃ σὺ γὰρ ὑπερισχύεις αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.