Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

IHSOUS NAUH, κεφαλίς 18

καὶ ἐξεκκλησιάσθη πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ εἰς Σηλω καὶ ἔπηξαν ἐκει̃ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἡ γη̃ ἐκρατήθη ὑπ' αὐτω̃ν
καὶ κατελείφθησαν οἱ υἱοὶ Ισραηλ οἳ οὐκ ἐκληρονόμησαν ἑπτὰ φυλαί
καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἕως τίνος ἐκλυθήσεσθε κληρονομη̃σαι τὴν γη̃ν ἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμω̃ν
δότε ἐξ ὑμω̃ν τρει̃ς ἄνδρας ἐκ φυλη̃ς καὶ ἀναστάντες διελθέτωσαν τὴν γη̃ν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελει̃ν αὐτήν καὶ ἤλθοσαν πρὸς αὐτόν
καὶ διει̃λεν αὐτοι̃ς ἑπτὰ μερίδας Ιουδας στήσεται αὐτοι̃ς ὅριον ἀπὸ λιβός καὶ οἱ υἱοὶ Ιωσηφ στήσονται αὐτοι̃ς ἀπὸ βορρα̃
ὑμει̃ς δὲ μερίσατε τὴν γη̃ν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὡ̃δε καὶ ἐξοίσω ὑμι̃ν κλη̃ρον ἔναντι κυρίου του̃ θεου̃ ἡμω̃ν
οὐ γάρ ἐστιν μερὶς τοι̃ς υἱοι̃ς Λευι ἐν ὑμι̃ν ἱερατεία γὰρ κυρίου μερὶς αὐτου̃ καὶ Γαδ καὶ Ρουβην καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτω̃ν πέραν του̃ Ιορδάνου ἐπ' ἀνατολάς ἣν ἔδωκεν αὐτοι̃ς Μωυση̃ς ὁ παι̃ς κυρίου
καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν καὶ ἐνετείλατο 'Ιησου̃ς τοι̃ς ἀνδράσιν τοι̃ς πορευομένοις χωροβατη̃σαι τὴν γη̃ν λέγων πορεύεσθε καὶ χωροβατήσατε τὴν γη̃ν καὶ παραγενήθητε πρός με καὶ ὡ̃δε ἐξοίσω ὑμι̃ν κλη̃ρον ἔναντι κυρίου ἐν Σηλω
καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γη̃ν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτη̃ς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς 'Ιησου̃ν
10 καὶ ἐνέβαλεν αὐτοι̃ς 'Ιησου̃ς κλη̃ρον ἐν Σηλω ἔναντι κυρίου
11 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος φυλη̃ς Βενιαμιν πρω̃τος κατὰ δήμους αὐτω̃ν καὶ ἐξη̃λθεν ὅρια του̃ κλήρου αὐτω̃ν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τω̃ν υἱω̃ν Ιωσηφ
12 καὶ ἐγενήθη αὐτω̃ν τὰ ὅρια ἀπὸ βορρα̃ ἀπὸ του̃ Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρα̃ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν καὶ ἔσται αὐτου̃ ἡ διέξοδος ἡ Μαδβαρι̃τις Βαιθων
13 καὶ διελεύσεται ἐκει̃θεν τὰ ὅρια Λουζα ἐπὶ νώτου Λουζα ἀπὸ λιβός αὕτη ἐστὶν Βαιθηλ καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορεχ ἐπὶ τὴν ὀρεινήν ἥ ἐστιν πρὸς λίβα Βαιθωρων ἡ κάτω
14 καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ του̃ ὄρους ἐπὶ πρόσωπον Βαιθωρων λίβα καὶ ἔσται αὐτου̃ ἡ διέξοδος εἰς Καριαθβααλ αὕτη ἐστὶν Καριαθιαριν πόλις υἱω̃ν Ιουδα του̃τό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν
15 καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω
16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους του̃ ὄρους ὅ ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ ὅ ἐστιν ἐκ μέρους Εμεκραφαϊν ἀπὸ βορρα̃ καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ
17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱω̃ν Ρουβην
18 καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρα̃ καὶ καταβήσεται
19 ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρα̃ καὶ ἔσται ἡ διέξοδος τω̃ν ὁρίων ἐπὶ λοφιὰν τη̃ς θαλάσσης τω̃ν ἁλω̃ν ἐπὶ βορρα̃ν εἰς μέρος του̃ Ιορδάνου ἀπὸ λιβός ταυ̃τα τὰ ὅριά ἐστιν ἀπὸ λιβός
20 καὶ ὁ Ιορδάνης ὁριει̃ ἀπὸ μέρους ἀνατολω̃ν αὕτη ἡ κληρονομία υἱω̃ν Βενιαμιν τὰ ὅρια αὐτη̃ς κύκλω̨ κατὰ δήμους
21 καὶ ἐγενήθησαν αἱ πόλεις τω̃ν υἱω̃ν Βενιαμιν κατὰ δήμους αὐτω̃ν Ιεριχω καὶ Βαιθεγλιω καὶ Αμεκασις
22 καὶ Βαιθαβαρα καὶ Σαρα καὶ Βησανα
23 καὶ Αιιν καὶ Φαρα καὶ Εφραθα
24 καὶ Καραφα καὶ Κεφιρα καὶ Μονι καὶ Γαβαα πόλεις δέκα δύο καὶ αἱ κω̃μαι αὐτω̃ν
25 Γαβαων καὶ Ραμα καὶ Βεηρωθα
26 καὶ Μασσημα καὶ Μιρων καὶ Αμωκη
27 καὶ Φιρα καὶ Καφαν καὶ Νακαν καὶ Σεληκαν καὶ Θαρεηλα
28 καὶ Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ πόλεις καὶ Γαβαωθιαριμ πόλεις τρει̃ς καὶ δέκα καὶ αἱ κω̃μαι αὐτω̃ν αὕτη ἡ κληρονομία υἱω̃ν Βενιαμιν κατὰ δήμους αὐτω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.