IHSOUS NAUH,
κεφαλίς 3
1 καὶ ὤρθρισεν 'Ιησου̃ς τὸ πρωί καὶ ἀπη̃ραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως του̃ Ιορδάνου καὶ κατέλυσαν ἐκει̃ πρὸ του̃ διαβη̃ναι |
2 καὶ ἐγένετο μετὰ τρει̃ς ἡμέρας διη̃λθον οἱ γραμματει̃ς διὰ τη̃ς παρεμβολη̃ς |
3 καὶ ἐνετείλαντο τω̨̃ λαω̨̃ λέγοντες ὅταν ἴδητε τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου του̃ θεου̃ ἡμω̃ν καὶ τοὺς ἱερει̃ς ἡμω̃ν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν ἀπαρει̃τε ἀπὸ τω̃ν τόπων ὑμω̃ν καὶ πορεύεσθε ὀπίσω αὐτη̃ς |
4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμω̃ν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις στήσεσθε μὴ προσεγγίσητε αὐτη̨̃ ἵν' ἐπίστησθε τὴν ὁδόν ἣν πορεύεσθε αὐτήν οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας |
5 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ λαω̨̃ ἁγνίσασθε εἰς αὔριον ὅτι αὔριον ποιήσει ἐν ὑμι̃ν κύριος θαυμαστά |
6 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς ἱερευ̃σιν ἄρατε τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ προπορεύεσθε του̃ λαου̃ καὶ ἠ̃ραν οἱ ἱερει̃ς τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν του̃ λαου̃ |
7 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἄρχομαι ὑψω̃σαί σε κατενώπιον πάντων υἱω̃ν Ισραηλ ἵνα γνω̃σιν καθότι ἤμην μετὰ Μωυση̃ οὕτως ἔσομαι καὶ μετὰ σου̃ |
8 καὶ νυ̃ν ἔντειλαι τοι̃ς ἱερευ̃σιν τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης λέγων ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους του̃ ὕδατος του̃ Ιορδάνου καὶ ἐν τω̨̃ Ιορδάνη̨ στήσεσθε |
9 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ προσαγάγετε ὡ̃δε καὶ ἀκούσατε τὸ ῥη̃μα κυρίου του̃ θεου̃ ἡμω̃ν |
10 ἐν τούτω̨ γνώσεσθε ὅτι θεὸς ζω̃ν ἐν ὑμι̃ν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμω̃ν τὸν Χαναναι̃ον καὶ τὸν Χετται̃ον καὶ τὸν Φερεζαι̃ον καὶ τὸν Ευαι̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Γεργεσαι̃ον καὶ τὸν Ιεβουσαι̃ον |
11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τη̃ς γη̃ς διαβαίνει τὸν Ιορδάνην |
12 προχειρίσασθε ὑμι̃ν δώδεκα ἄνδρας ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἕνα ἀφ' ἑκάστης φυλη̃ς |
13 καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου πάσης τη̃ς γη̃ς ἐν τω̨̃ ὕδατι του̃ Ιορδάνου τὸ ὕδωρ του̃ Ιορδάνου ἐκλείψει τὸ δὲ ὕδωρ τὸ καταβαι̃νον στήσεται |
14 καὶ ἀπη̃ρεν ὁ λαὸς ἐκ τω̃ν σκηνωμάτων αὐτω̃ν διαβη̃ναι τὸν Ιορδάνην οἱ δὲ ἱερει̃ς ἤροσαν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου πρότεροι του̃ λαου̃ |
15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος του̃ ὕδατος του̃ Ιορδάνου ὁ δὲ Ιορδάνης ἐπλήρου καθ' ὅλην τὴν κρηπι̃δα αὐτου̃ ὡσεὶ ἡμέραι θερισμου̃ πυρω̃ν |
16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πη̃γμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρω̃ς ἕως μέρους Καριαθιαριμ τὸ δὲ καταβαι̃νον κατέβη εἰς τὴν θάλασσαν Αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω |
17 καὶ ἔστησαν οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐπὶ ξηρα̃ς ἐν μέσω̨ του̃ Ιορδάνου καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρα̃ς ἕως συνετέλεσεν πα̃ς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.