Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 13

1 καὶ προσέθηκαν οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Φυλιστιιμ τεσσαράκοντα ἔτη
2 καὶ ἠ̃ν ἀνὴρ εἱ̃ς ἀπὸ Σαραα ἀπὸ δήμου συγγενείας του̃ Δανι καὶ ὄνομα αὐτω̨̃ Μανωε καὶ γυνὴ αὐτω̨̃ στει̃ρα καὶ οὐκ ἔτεκεν
3 καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναι̃κα καὶ εἰ̃πεν πρὸς αὐτήν ἰδοὺ σὺ στει̃ρα καὶ οὐ τέτοκας καὶ συλλήμψη̨ υἱόν
4 καὶ νυ̃ν φύλαξαι δὴ καὶ μὴ πίη̨ς οἰ̃νον καὶ μέθυσμα καὶ μὴ φάγη̨ς πα̃ν ἀκάθαρτον
5 ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξη̨ υἱόν καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτου̃ ὅτι ναζιρ θεου̃ ἔσται τὸ παιδάριον ἀπὸ τη̃ς κοιλίας καὶ αὐτὸς ἄρξεται του̃ σω̃σαι τὸν Ισραηλ ἐκ χειρὸς Φυλιστιιμ
6 καὶ εἰση̃λθεν ἡ γυνὴ καὶ εἰ̃πεν τω̨̃ ἀνδρὶ αὐτη̃ς λέγουσα ἄνθρωπος θεου̃ ἠ̃λθεν πρός με καὶ εἰ̃δος αὐτου̃ ὡς εἰ̃δος ἀγγέλου θεου̃ φοβερὸν σφόδρα καὶ οὐκ ἠρώτησα αὐτόν πόθεν ἐστίν καὶ τὸ ὄνομα αὐτου̃ οὐκ ἀπήγγειλέν μοι
7 καὶ εἰ̃πέν μοι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξη̨ υἱόν καὶ νυ̃ν μὴ πίη̨ς οἰ̃νον καὶ μέθυσμα καὶ μὴ φάγη̨ς πα̃ν ἀκάθαρτον ὅτι ἅγιον θεου̃ ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτου̃
8 καὶ προσηύξατο Μανωε πρὸς κύριον καὶ εἰ̃πεν ἐν ἐμοί κύριε Αδωναιε τὸν ἄνθρωπον του̃ θεου̃ ὃν ἀπέστειλας ἐλθέτω δὴ ἔτι πρὸς ἡμα̃ς καὶ συμβιβασάτω ἡμα̃ς τί ποιήσωμεν τω̨̃ παιδίω̨ τω̨̃ τικτομένω̨
9 καὶ εἰσήκουσεν ὁ θεὸς τη̃ς φωνη̃ς Μανωε καὶ ἠ̃λθεν ὁ ἄγγελος του̃ θεου̃ ἔτι πρὸς τὴν γυναι̃κα καὶ αὕτη ἐκάθητο ἐν ἀγρω̨̃ καὶ Μανωε ὁ ἀνὴρ αὐτη̃ς οὐκ ἠ̃ν μετ' αὐτη̃ς
10 καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμεν καὶ ἀνήγγειλεν τω̨̃ ἀνδρὶ αὐτη̃ς καὶ εἰ̃πεν πρὸς αὐτόν ἰδοὺ ὠ̃πται πρός με ὁ ἀνήρ ὃς ἠ̃λθεν ἐν ἡμέρα̨ πρός με
11 καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωε ὀπίσω τη̃ς γυναικὸς αὐτου̃ καὶ ἠ̃λθεν πρὸς τὸν ἄνδρα καὶ εἰ̃πεν αὐτω̨̃ εἰ σὺ εἰ̃ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναι̃κα καὶ εἰ̃πεν ὁ ἄγγελος ἐγώ
12 καὶ εἰ̃πεν Μανωε νυ̃ν ἐλεύσεται ὁ λόγος σου τίς ἔσται κρίσις του̃ παιδίου καὶ τὰ ποιήματα αὐτου̃
13 καὶ εἰ̃πεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ἀπὸ πάντων ὡ̃ν εἴρηκα πρὸς τὴν γυναι̃κα φυλάξεται
14 ἀπὸ παντός ὃ ἐκπορεύεται ἐξ ἀμπέλου του̃ οἴνου οὐ φάγεται καὶ οἰ̃νον καὶ σικερα μέθυσμα μὴ πιέτω καὶ πα̃ν ἀκάθαρτον μὴ φαγέτω πάντα ὅσα ἐνετειλάμην αὐτη̨̃ φυλάξεται
15 καὶ εἰ̃πεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου κατάσχωμεν ὡ̃δέ σε καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγω̃ν
16 καὶ εἰ̃πεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ἐὰν κατάσχη̨ς με οὐ φάγομαι ἀπὸ τω̃ν ἄρτων σου καὶ ἐὰν ποιήση̨ς ὁλοκαύτωμα τω̨̃ κυρίω̨ ἀνοίσεις αὐτό ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου αὐτός
17 καὶ εἰ̃πεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου τί τὸ ὄνομά σοι ὅτι ἔλθοι τὸ ῥη̃μά σου καὶ δοξάσομέν σε
18 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ἄγγελος κυρίου εἰς τί του̃το ἐρωτα̨̃ς τὸ ὄνομά μου καὶ αὐτό ἐστιν θαυμαστόν
19 καὶ ἔλαβεν Μανωε τὸν ἔριφον τω̃ν αἰγω̃ν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τω̨̃ κυρίω̨ καὶ διεχώρισεν ποιη̃σαι καὶ Μανωε καὶ ἡ γυνὴ αὐτου̃ βλέποντες
20 καὶ ἐγένετο ἐν τω̨̃ ἀναβη̃ναι τὴν φλόγα ἐπάνω του̃ θυσιαστηρίου ἕως του̃ οὐρανου̃ καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τη̨̃ φλογὶ του̃ θυσιαστηρίου καὶ Μανωε καὶ ἡ γυνὴ αὐτου̃ βλέποντες καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτω̃ν ἐπὶ τὴν γη̃ν
21 καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος κυρίου ὀφθη̃ναι πρὸς Μανωε καὶ πρὸς τὴν γυναι̃κα αὐτου̃ τότε ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου οὑ̃τος
22 καὶ εἰ̃πεν Μανωε πρὸς τὴν γυναι̃κα αὐτου̃ θανάτω̨ ἀποθανούμεθα ὅτι θεὸν εἴδομεν
23 καὶ εἰ̃πεν αὐτω̨̃ ἡ γυνὴ αὐτου̃ εἰ ἤθελεν ὁ κύριος θανατω̃σαι ἡμα̃ς οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμω̃ν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἔδειξεν ἡμι̃ν ταυ̃τα πάντα καὶ καθὼς καιρὸς οὐκ ἂν ἠκούτισεν ἡμα̃ς ταυ̃τα
24 καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σαμψων καὶ ἡδρύνθη τὸ παιδάριον καὶ εὐλόγησεν αὐτὸ κύριος
25 καὶ ἤρξατο πνευ̃μα κυρίου συνεκπορεύεσθαι αὐτω̨̃ ἐν παρεμβολη̨̃ Δαν καὶ ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.