1 καὶ ἐγένετο μεθ' ἡμέρας ἐν ἡμέραις θερισμου̃ πυρω̃ν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναι̃κα αὐτου̃ ἐν ἐρίφω̨ αἰγω̃ν καὶ εἰ̃πεν εἰσελεύσομαι πρὸς τὴν γυναι̃κά μου εἰς τὸ ταμιει̃ον καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτη̃ς εἰσελθει̃ν |
2 καὶ εἰ̃πεν ὁ πατὴρ αὐτη̃ς λέγων εἰ̃πα ὅτι μισω̃ν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν ἑνὶ τω̃ν ἐκ τω̃ν φίλων σου μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτη̃ς ἡ νεωτέρα αὐτη̃ς ἀγαθωτέρα ὑπὲρ αὐτήν ἔστω δή σοι ἀντὶ αὐτη̃ς |
3 καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων ἠθώ̨ωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων ὅτι ποιω̃ ἐγὼ μετ' αὐτω̃ν πονηρίαν |
4 καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ ἐπέστρεψεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τω̃ν δύο κέρκων καὶ ἔδησεν |
5 καὶ ἐξέκαυσεν πυ̃ρ ἐν ται̃ς λαμπάσιν καὶ ἐξαπέστειλεν ἐν τοι̃ς στάχυσιν τω̃ν ἀλλοφύλων καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθω̃ν καὶ ἕως ἀμπελω̃νος καὶ ἐλαίας |
6 καὶ εἰ̃παν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταυ̃τα καὶ εἰ̃παν Σαμψων ὁ νυμφίος του̃ Θαμνι ὅτι ἔλαβεν τὴν γυναι̃κα αὐτου̃ καὶ ἔδωκεν αὐτὴν τω̨̃ ἐκ τω̃ν φίλων αὐτου̃ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτη̃ς ἐν πυρί |
7 καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων ἐὰν ποιήσητε οὕτως ταύτην ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμι̃ν καὶ ἔσχατον κοπάσω |
8 καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλια̨̃ τη̃ς πέτρας Ηταμ |
9 καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ιουδα καὶ ἐξερρίφησαν ἐν Λευι |
10 καὶ εἰ̃παν ἀνὴρ Ιουδα εἰς τί ἀνέβητε ἐφ' ἡμα̃ς καὶ εἰ̃πον οἱ ἀλλόφυλοι δη̃σαι τὸν Σαμψων ἀνέβημεν καὶ ποιη̃σαι αὐτω̨̃ ὃν τρόπον ἐποίησεν ἡμι̃ν |
11 καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ Ιουδα εἰς τρυμαλιὰν πέτρας Ηταμ καὶ εἰ̃παν τω̨̃ Σαμψων οὐκ οἰ̃δας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμω̃ν καὶ τί του̃το ἐποίησας ἡμι̃ν καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων ὃν τρόπον ἐποίησάν μοι οὕτως ἐποίησα αὐτοι̃ς |
12 καὶ εἰ̃παν αὐτω̨̃ δη̃σαί σε κατέβημεν του̃ δου̃ναί σε ἐν χειρὶ ἀλλοφύλων καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων ὀμόσατέ μοι μήποτε συναντήσητε ἐν ἐμοὶ ὑμει̃ς |
13 καὶ εἰ̃πον αὐτω̨̃ λέγοντες οὐχί ὅτι ἀλλ' ἢ δεσμω̨̃ δήσομέν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτω̃ν καὶ θανάτω̨ οὐ θανατώσομέν σε καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοι̃ς καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τη̃ς πέτρας ἐκείνης |
14 καὶ ἠ̃λθον ἕως σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτου̃ καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτου̃ ὡσεὶ στιππύον ὃ ἐξεκαύθη ἐν πυρί καὶ ἐτάκησαν δεσμοὶ αὐτου̃ ἀπὸ χειρω̃ν αὐτου̃ |
15 καὶ εὑ̃ρεν σιαγόνα ὄνου ἐκρεριμμένην καὶ ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτη̨̃ χιλίους ἄνδρας |
16 καὶ εἰ̃πεν Σαμψων ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς ὅτι ἐν τη̨̃ σιαγόνι του̃ ὄνου ἐπάταξα χιλίους ἄνδρας |
17 καὶ ἐγένετο ὡς ἐπαύσατο λαλω̃ν καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τη̃ς χειρὸς αὐτου̃ καὶ ἐκάλεσεν τὸν τόπον ἐκει̃νον ἀναίρεσις σιαγόνος |
18 καὶ ἐδίψησεν σφόδρα καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἰ̃πεν σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην καὶ νυ̃ν ἀποθανου̃μαι τω̨̃ δίψει καὶ ἐμπεσου̃μαι ἐν χειρὶ τω̃ν ἀπεριτμήτων |
19 καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τη̨̃ σιαγόνι καὶ ἐξη̃λθεν ἐξ αὐτου̃ ὕδωρ καὶ ἔπιεν καὶ ἐπέστρεψεν τὸ πνευ̃μα αὐτου̃ καὶ ἔζησεν διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτη̃ς πηγὴ του̃ ἐπικαλουμένου ἥ ἐστιν ἐν σιαγόνι ἕως τη̃ς ἡμέρας ταύτης |
20 καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη |