Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 4

καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ Αωδ ἀπέθανεν
καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν ὃς ἐβασίλευσεν ἐν Ασωρ καὶ ὁ ἄρχων τη̃ς δυνάμεως αὐτου̃ Σισαρα καὶ αὐτὸς κατώ̨κει ἐν Αρισωθ τω̃ν ἐθνω̃ν
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρα̃ ἠ̃ν αὐτω̨̃ καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη
καὶ Δεββωρα γυνὴ προφη̃τις γυνὴ Λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨
καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον τη̃ς Ραμα καὶ ἀνὰ μέσον τη̃ς Βαιθηλ ἐν τω̨̃ ὄρει Εφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ εἰς κρίσιν
καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Καδης Νεφθαλι καὶ εἰ̃πεν πρὸς αὐτόν οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ σοὶ καὶ ἀπελεύση̨ εἰς ὄρος Θαβωρ καὶ λήμψη̨ μετὰ σεαυτου̃ δέκα χιλιάδας ἀνδρω̃ν ἐκ τω̃ν υἱω̃ν Νεφθαλι καὶ ἐκ τω̃ν υἱω̃ν Ζαβουλων
καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τη̃ς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτου̃ καὶ τὸ πλη̃θος αὐτου̃ καὶ παραδώσω αὐτὸν εἰς τὰς χει̃ράς σου
καὶ εἰ̃πεν πρὸς αὐτὴν Βαρακ ἐὰν πορευθη̨̃ς μετ' ἐμου̃ πορεύσομαι καὶ ἐὰν μὴ πορευθη̨̃ς οὐ πορεύσομαι ὅτι οὐκ οἰ̃δα τὴν ἡμέραν ἐν ἡ̨̃ εὐοδοι̃ τὸν ἄγγελον κύριος μετ' ἐμου̃
καὶ εἰ̃πεν πορευομένη πορεύσομαι μετὰ σου̃ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν ἣν σὺ πορεύη̨ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ Βαρακ ἐκ Καδης
10 καὶ ἐβόησεν Βαρακ τὸν Ζαβουλων καὶ τὸν Νεφθαλι ἐκ Καδης καὶ ἀνέβησαν κατὰ πόδας αὐτου̃ δέκα χιλιάδες ἀνδρω̃ν καὶ ἀνέβη μετ' αὐτου̃ Δεββωρα
11 καὶ Χαβερ ὁ Κιναι̃ος ἐχωρίσθη ἀπὸ Καινα ἀπὸ τω̃ν υἱω̃ν Ιωβαβ γαμβρου̃ Μωυση̃ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτου̃ ἕως δρυὸς πλεονεκτούντων ἥ ἐστιν ἐχόμενα Κεδες
12 καὶ ἀνηγγέλη Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ εἰς ὄρος Θαβωρ
13 καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτου̃ ἐννακόσια ἅρματα σιδηρα̃ καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτου̃ ἀπὸ Αρισωθ τω̃ν ἐθνω̃ν εἰς τὸν χειμάρρουν Κισων
14 καὶ εἰ̃πεν Δεββωρα πρὸς Βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ἡ̨̃ παρέδωκεν κύριος τὸν Σισαρα ἐν τη̨̃ χειρί σου ὅτι κύριος ἐξελεύσεται ἔμπροσθέν σου καὶ κατέβη Βαρακ ἀπὸ του̃ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρω̃ν ὀπίσω αὐτου̃
15 καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτου̃ καὶ πα̃σαν τὴν παρεμβολὴν αὐτου̃ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ καὶ κατέβη Σισαρα ἐπάνωθεν του̃ ἅρματος αὐτου̃ καὶ ἔφυγεν τοι̃ς ποσὶν αὐτου̃
16 καὶ Βαρακ διώκων ὀπίσω τω̃ν ἁρμάτων καὶ ὀπίσω τη̃ς παρεμβολη̃ς ἕως Αρισωθ τω̃ν ἐθνω̃ν καὶ ἔπεσεν πα̃σα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός
17 καὶ Σισαρα ἔφυγεν τοι̃ς ποσὶν αὐτου̃ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ ἑταίρου του̃ Κιναίου ὅτι εἰρήνη ἠ̃ν ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ του̃ Κιναίου
18 καὶ ἐξη̃λθεν Ιαηλ εἰς συνάντησιν Σισαρα καὶ εἰ̃πεν αὐτω̨̃ ἔκκλινον κύριέ μου ἔκκλινον πρός με μὴ φοβου̃ καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίω̨
19 καὶ εἰ̃πεν Σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν του̃ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν
20 καὶ εἰ̃πεν πρὸς αὐτὴν Σισαρα στη̃θι δὴ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθη̨ πρὸς σὲ καὶ ἐρωτήση̨ σε καὶ εἴπη̨ εἰ ἔστιν ὡ̃δε ἀνήρ καὶ ἐρει̃ς οὐκ ἔστιν
21 καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τη̃ς σκηνη̃ς καὶ ἔθηκεν τὴν σφυ̃ραν ἐν τη̨̃ χειρὶ αὐτη̃ς καὶ εἰση̃λθεν πρὸς αὐτὸν ἐν κρυφη̨̃ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τω̨̃ κροτάφω̨ αὐτου̃ καὶ διεξη̃λθεν ἐν τη̨̃ γη̨̃ καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν
22 καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα καὶ ἐξη̃λθεν Ιαηλ εἰς συνάντησιν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ δευ̃ρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητει̃ς καὶ εἰση̃λθεν πρὸς αὐτήν καὶ ἰδοὺ Σισαρα ῥεριμμένος νεκρός καὶ ὁ πάσσαλος ἐν τω̨̃ κροτάφω̨ αὐτου̃
23 καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τὸν Ιαβιν βασιλέα Χανααν ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ
24 καὶ ἐπορεύετο χεὶρ τω̃ν υἱω̃ν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως οὑ̃ ἐξωλέθρευσαν τὸν Ιαβιν βασιλέα Χανααν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.