1 καὶ ἠ̨̃σαν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγοντες |
2 ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ισραηλ ἐν τω̨̃ ἑκουσιασθη̃ναι λαὸν εὐλογει̃τε κύριον |
3 ἀκούσατε βασιλει̃ς καὶ ἐνωτίσασθε σατράπαι ἐγώ εἰμι τω̨̃ κυρίω̨ ἐγώ εἰμι ἄ̨σομαι ψαλω̃ τω̨̃ κυρίω̨ τω̨̃ θεω̨̃ Ισραηλ |
4 κύριε ἐν τη̨̃ ἐξόδω̨ σου ἐν Σηιρ ἐν τω̨̃ ἀπαίρειν σε ἐξ ἀγρου̃ Εδωμ γη̃ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ |
5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου Ελωι του̃το Σινα ἀπὸ προσώπου κυρίου θεου̃ Ισραηλ |
6 ἐν ἡμέραις Σαμεγαρ υἱου̃ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς ἐπορεύθησαν ὁδοὺς διεστραμμένας |
7 ἐξέλιπον δυνατοὶ ἐν Ισραηλ ἐξέλιπον ἕως οὑ̃ ἀναστη̨̃ Δεββωρα ἕως οὑ̃ ἀναστη̨̃ μήτηρ ἐν Ισραηλ |
8 ἐξελέξαντο θεοὺς καινούς τότε ἐπολέμησαν πόλεις ἀρχόντων θυρεὸς ἐὰν ὀφθη̨̃ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ισραηλ |
9 ἡ καρδία μου εἰς τὰ διατεταγμένα τω̨̃ Ισραηλ οἱ ἑκουσιαζόμενοι ἐν λαω̨̃ εὐλογει̃τε κύριον |
10 ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ' ὁδω̨̃ |
11 διηγει̃σθε ἀπὸ φωνη̃ς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων ἐκει̃ δώσουσιν δικαιοσύνας κυρίω̨ δικαιοσύνας αὔξησον ἐν Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου |
12 ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ὠ̨δήν ἀνάστα Βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ |
13 τότε κατέβη κατάλειμμα τοι̃ς ἰσχυροι̃ς λαὸς κυρίου κατέβη αὐτω̨̃ ἐν τοι̃ς κραταιοι̃ς |
14 ἐξ ἐμου̃ Εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τω̨̃ Αμαληκ ὀπίσω σου Βενιαμιν ἐν τοι̃ς λαοι̃ς σου ἐν ἐμοὶ Μαχιρ κατέβησαν ἐξερευνω̃ντες καὶ ἀπὸ Ζαβουλων ἕλκοντες ἐν ῥάβδω̨ διηγήσεως γραμματέως |
15 καὶ ἀρχηγοὶ ἐν Ισσαχαρ μετὰ Δεββωρας καὶ Βαρακ οὕτως Βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτου̃ εἰς τὰς μερίδας Ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν |
16 εἰς τί ἐκάθισαν ἀνὰ μέσον τη̃ς διγομίας του̃ ἀκου̃σαι συρισμου̃ ἀγγέλων εἰς διαιρέσεις Ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας |
17 Γαλααδ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐσκήνωσεν καὶ Δαν εἰς τί παροικει̃ πλοίοις Ασηρ ἐκάθισεν παραλίαν θαλασσω̃ν καὶ ἐπὶ διεξόδοις αὐτου̃ σκηνώσει |
18 Ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτου̃ εἰς θάνατον καὶ Νεφθαλι ἐπὶ ὕψη ἀγρου̃ |
19 ἠ̃λθον αὐτω̃ν βασιλει̃ς παρετάξαντο τότε ἐπολέμησαν βασιλει̃ς Χανααν ἐν Θανααχ ἐπὶ ὕδατι Μεγεδδω δω̃ρον ἀργυρίου οὐκ ἔλαβον |
20 ἐξ οὐρανου̃ παρετάξαντο οἱ ἀστέρες ἐκ τρίβων αὐτω̃ν παρετάξαντο μετὰ Σισαρα |
21 χειμάρρους Κισων ἐξέσυρεν αὐτούς χειμάρρους ἀρχαίων χειμάρρους Κισων καταπατήσει αὐτὸν ψυχή μου δυνατή |
22 τότε ἐνεποδίσθησαν πτέρναι ἵππου σπουδη̨̃ ἔσπευσαν ἰσχυροὶ αὐτου̃ |
23 καταρα̃σθε Μηρωζ εἰ̃πεν ἄγγελος κυρίου καταρα̃σθε ἐπικατάρατος πα̃ς ὁ κατοικω̃ν αὐτήν ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου εἰς βοήθειαν ἐν δυνατοι̃ς |
24 εὐλογηθείη ἐν γυναιξὶν Ιαηλ γυνὴ Χαβερ του̃ Κιναίου ἀπὸ γυναικω̃ν ἐν σκηναι̃ς εὐλογηθείη |
25 ὕδωρ ἤ̨τησεν γάλα ἔδωκεν ἐν λεκάνη̨ ὑπερεχόντων προσήνεγκεν βούτυρον |
26 χει̃ρα αὐτη̃ς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτη̃ς εἰς σφυ̃ραν κοπιώντων καὶ ἐσφυροκόπησεν Σισαρα διήλωσεν κεφαλὴν αὐτου̃ καὶ ἐπάταξεν διήλωσεν κρόταφον αὐτου̃ |
27 ἀνὰ μέσον τω̃ν ποδω̃ν αὐτη̃ς κατεκυλίσθη ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τω̃ν ποδω̃ν αὐτη̃ς κατακλιθεὶς ἔπεσεν καθὼς κατεκλίθη ἐκει̃ ἔπεσεν ἐξοδευθείς |
28 διὰ τη̃ς θυρίδος παρέκυψεν μήτηρ Σισαρα ἐκτὸς του̃ τοξικου̃ διότι ἠ̨σχύνθη ἅρμα αὐτου̃ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτου̃ |
29 αἱ σοφαὶ ἄρχουσαι αὐτη̃ς ἀπεκρίθησαν πρὸς αὐτήν καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτη̃ς ἑαυτη̨̃ |
30 οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκυ̃λα οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός σκυ̃λα βαμμάτων τω̨̃ Σισαρα σκυ̃λα βαμμάτων ποικιλίας βάμματα ποικιλτω̃ν αὐτά τω̨̃ τραχήλω̨ αὐτου̃ σκυ̃λα |
31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπω̃ντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτου̃ καὶ ἡσύχασεν ἡ γη̃ τεσσαράκοντα ἔτη |