Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΘΡΗΝΟΙ, κεφαλίς 2

1 πω̃ς ἐγνόφωσεν ἐν ὀργη̨̃ αὐτου̃ κύριος τὴν θυγατέρα Σιων κατέρριψεν ἐξ οὐρανου̃ εἰς γη̃ν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδω̃ν αὐτου̃ ἐν ἡμέρα̨ ὀργη̃ς αὐτου̃
2 κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραι̃α Ιακωβ καθει̃λεν ἐν θυμω̨̃ αὐτου̃ τὰ ὀχυρώματα τη̃ς θυγατρὸς Ιουδα ἐκόλλησεν εἰς τὴν γη̃ν ἐβεβήλωσεν βασιλέα αὐτη̃ς καὶ ἄρχοντας αὐτη̃ς
3 συνέκλασεν ἐν ὀργη̨̃ θυμου̃ αὐτου̃ πα̃ν κέρας Ισραηλ ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτου̃ ἀπὸ προσώπου ἐχθρου̃ καὶ ἀνη̃ψεν ἐν Ιακωβ ὡς πυ̃ρ φλόγα καὶ κατέφαγεν πάντα τὰ κύκλω̨
4 ἐνέτεινεν τόξον αὐτου̃ ὡς ἐχθρός ἐστερέωσεν δεξιὰν αὐτου̃ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμω̃ν μου ἐν σκηνη̨̃ θυγατρὸς Σιων ἐξέχεεν ὡς πυ̃ρ τὸν θυμὸν αὐτου̃
5 ἐγενήθη κύριος ὡς ἐχθρός κατεπόντισεν Ισραηλ κατεπόντισεν πάσας τὰς βάρεις αὐτη̃ς διέφθειρεν τὰ ὀχυρώματα αὐτου̃ καὶ ἐπλήθυνεν τη̨̃ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην
6 καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτου̃ διέφθειρεν ἑορτὴν αὐτου̃ ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτη̃ς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργη̃ς αὐτου̃ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα
7 ἀπώσατο κύριος θυσιαστήριον αὐτου̃ ἀπετίναξεν ἁγίασμα αὐτου̃ συνέτριψεν ἐν χειρὶ ἐχθρου̃ τει̃χος βάρεων αὐτη̃ς φωνὴν ἔδωκαν ἐν οἴκω̨ κυρίου ὡς ἐν ἡμέρα̨ ἑορτη̃ς
8 καὶ ἐπέστρεψεν κύριος του̃ διαφθει̃ραι τει̃χος θυγατρὸς Σιων ἐξέτεινεν μέτρον οὐκ ἀπέστρεψεν χει̃ρα αὐτου̃ ἀπὸ καταπατήματος καὶ ἐπένθησεν τὸ προτείχισμα καὶ τει̃χος ὁμοθυμαδὸν ἠσθένησεν
9 ἐνεπάγησαν εἰς γη̃ν πύλαι αὐτη̃ς ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτη̃ς βασιλέα αὐτη̃ς καὶ ἄρχοντας αὐτη̃ς ἐν τοι̃ς ἔθνεσιν οὐκ ἔστιν νόμος καί γε προφη̃ται αὐτη̃ς οὐκ εἰ̃δον ὅρασιν παρὰ κυρίου
10 ἐκάθισαν εἰς τὴν γη̃ν ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων ἀνεβίβασαν χου̃ν ἐπὶ τὴν κεφαλὴν αὐτω̃ν περιεζώσαντο σάκκους κατήγαγον εἰς γη̃ν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ
11 ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου ἐταράχθη ἡ καρδία μου ἐξεχύθη εἰς γη̃ν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τη̃ς θυγατρὸς του̃ λαου̃ μου ἐν τω̨̃ ἐκλιπει̃ν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως
12 ται̃ς μητράσιν αὐτω̃ν εἰ̃παν που̃ σι̃τος καὶ οἰ̃νος ἐν τω̨̃ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως ἐν τω̨̃ ἐκχει̃σθαι ψυχὰς αὐτω̃ν εἰς κόλπον μητέρων αὐτω̃ν
13 τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι θύγατερ Ιερουσαλημ τίς σώσει σε καὶ παρακαλέσει σε παρθένος θύγατερ Σιων ὅτι ἐμεγαλύνθη ποτήριον συντριβη̃ς σου τίς ἰάσεταί σε
14 προφη̃ταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου του̃ ἐπιστρέψαι αἰχμαλωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα
15 ἐκρότησαν ἐπὶ σὲ χει̃ρας πάντες οἱ παραπορευόμενοι ὁδόν ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτω̃ν ἐπὶ τὴν θυγατέρα Ιερουσαλημ ἠ̃ αὕτη ἡ πόλις ἣν ἐρου̃σιν στέφανος δόξης εὐφροσύνη πάσης τη̃ς γη̃ς
16 διήνοιξαν ἐπὶ σὲ στόμα αὐτω̃ν πάντες οἱ ἐχθροί σου ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας εἰ̃παν κατεπίομεν αὐτήν πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκω̃μεν εὕρομεν αὐτήν εἴδομεν
17 ἐποίησεν κύριος ἃ ἐνεθυμήθη συνετέλεσεν ῥήματα αὐτου̃ ἃ ἐνετείλατο ἐξ ἡμερω̃ν ἀρχαίων καθει̃λεν καὶ οὐκ ἐφείσατο καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν ὕψωσεν κέρας θλίβοντός σε
18 ἐβόησεν καρδία αὐτω̃ν πρὸς κύριον τείχη Σιων καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός μὴ δω̨̃ς ἔκνηψιν σεαυτη̨̃ μὴ σιωπήσαιτο θύγατερ ὁ ὀφθαλμός σου
19 ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακη̃ς σου ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου ἀ̃ρον πρὸς αὐτὸν χει̃ράς σου περὶ ψυχη̃ς νηπίων σου τω̃ν ἐκλυομένων λιμω̨̃ ἐπ' ἀρχη̃ς πασω̃ν ἐξόδων
20 ἰδέ κύριε καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως εἰ φάγονται γυναι̃κες καρπὸν κοιλίας αὐτω̃ν ἐπιφυλλίδα ἐποίησεν μάγειρος φονευθήσονται νήπια θηλάζοντα μαστούς ἀποκτενει̃ς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προφήτην
21 ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσία̨ ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ ἀπέκτεινας ἐν ἡμέρα̨ ὀργη̃ς σου ἐμαγείρευσας οὐκ ἐφείσω
22 ἐκάλεσεν ἡμέραν ἑορτη̃ς παροικίας μου κυκλόθεν καὶ οὐκ ἐγένοντο ἐν ἡμέρα̨ ὀργη̃ς κυρίου ἀνασω̨ζόμενος καὶ καταλελειμμένος ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.