Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΘΡΗΝΟΙ, κεφαλίς 3

1 ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδω̨ θυμου̃ αὐτου̃ ἐπ' ἐμέ
2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φω̃ς
3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χει̃ρα αὐτου̃ ὅλην τὴν ἡμέραν
4 ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψεν
5 ἀνω̨κοδόμησεν κατ' ἐμου̃ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν
6 ἐν σκοτεινοι̃ς ἐκάθισέν με ὡς νεκροὺς αἰω̃νος
7 ἀνω̨κοδόμησεν κατ' ἐμου̃ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μου
8 καί γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μου
9 ἀνω̨κοδόμησεν ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξεν
10 ἄρκος ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοις
11 κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με ἔθετό με ἠφανισμένην
12 ἐνέτεινεν τόξον αὐτου̃ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος
13 εἰσήγαγεν τοι̃ς νεφροι̃ς μου ἰοὺς φαρέτρας αὐτου̃
14 ἐγενήθην γέλως παντὶ λαω̨̃ μου ψαλμὸς αὐτω̃ν ὅλην τὴν ἡμέραν
15 ἐχόρτασέν με πικρίας ἐμέθυσέν με χολη̃ς
16 καὶ ἐξέβαλεν ψήφω̨ ὀδόντας μου ἐψώμισέν με σποδόν
17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰ
18 καὶ εἰ̃πα ἀπώλετο νει̃κός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου
19 ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμου̃ μου πικρίας καὶ χολη̃ς μου
20 μνησθήσεται καὶ καταδολεσχήσει ἐπ' ἐμὲ ἡ ψυχή μου
21 ταύτην τάξω εἰς τὴν καρδίαν μου διὰ του̃το ὑπομενω̃
22 ...
23 ...
24 ...
25 ἀγαθὸς κύριος τοι̃ς ὑπομένουσιν αὐτόν ψυχη̨̃ ἣ ζητήσει αὐτὸν ἀγαθὸν
26 καὶ ὑπομενει̃ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου
27 ἀγαθὸν ἀνδρὶ ὅταν ἄρη̨ ζυγὸν ἐν νεότητι αὐτου̃
28 καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἠ̃ρεν ἐφ' ἑαυτω̨̃
29 ...
30 δώσει τω̨̃ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμω̃ν
31 ὅτι οὐκ εἰς τὸν αἰω̃να ἀπώσεται κύριος
32 ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλη̃θος του̃ ἐλέους αὐτου̃
33 ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτου̃ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός
34 του̃ ταπεινω̃σαι ὑπὸ τοὺς πόδας αὐτου̃ πάντας δεσμίους γη̃ς
35 του̃ ἐκκλι̃ναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου
36 καταδικάσαι ἄνθρωπον ἐν τω̨̃ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἰ̃πεν
37 τίς οὕτως εἰ̃πεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατο
38 ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν
39 τί γογγύσει ἄνθρωπος ζω̃ν ἀνὴρ περὶ τη̃ς ἁμαρτίας αὐτου̃
40 ἐξηρευνήθη ἡ ὁδὸς ἡμω̃ν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίου
41 ἀναλάβωμεν καρδίας ἡμω̃ν ἐπὶ χειρω̃ν πρὸς ὑψηλὸν ἐν οὐρανω̨̃
42 ἡμαρτήσαμεν ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθης
43 ἐπεσκέπασας ἐν θυμω̨̃ καὶ ἀπεδίωξας ἡμα̃ς ἀπέκτεινας οὐκ ἐφείσω
44 ἐπεσκέπασας νεφέλην σεαυτω̨̃ εἵνεκεν προσευχη̃ς
45 καμμύσαι με καὶ ἀπωσθη̃ναι ἔθηκας ἡμα̃ς ἐν μέσω̨ τω̃ν λαω̃ν
46 διήνοιξαν ἐφ' ἡμα̃ς τὸ στόμα αὐτω̃ν πάντες οἱ ἐχθροὶ ἡμω̃ν
47 φόβος καὶ θυμὸς ἐγενήθη ἡμι̃ν ἔπαρσις καὶ συντριβή
48 ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τη̃ς θυγατρὸς του̃ λαου̃ μου
49 ὁ ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι του̃ μὴ εἰ̃ναι ἔκνηψιν
50 ἕως οὑ̃ διακύψη̨ καὶ ἴδη̨ κύριος ἐξ οὐρανου̃
51 ὁ ὀφθαλμός μου ἐπιφυλλιει̃ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως
52 θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν
53 ἐθανάτωσαν ἐν λάκκω̨ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ' ἐμοί
54 ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου εἰ̃πα ἀπω̃σμαι
55 ἐπεκαλεσάμην τὸ ὄνομά σου κύριε ἐκ λάκκου κατωτάτου
56 φωνήν μου ἤκουσας μὴ κρύψη̨ς τὰ ὠ̃τά σου εἰς τὴν δέησίν μου
57 εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ἡ̨̃ σε ἡμέρα̨ ἐπεκαλεσάμην εἰ̃πάς μοι μὴ φοβου̃
58 ἐδίκασας κύριε τὰς δίκας τη̃ς ψυχη̃ς μου ἐλυτρώσω τὴν ζωήν μου
59 εἰ̃δες κύριε τὰς ταραχάς μου ἔκρινας τὴν κρίσιν μου
60 εἰ̃δες πα̃σαν τὴν ἐκδίκησιν αὐτω̃ν εἰς πάντας διαλογισμοὺς αὐτω̃ν ἐν ἐμοί
61 ἤκουσας τὸν ὀνειδισμὸν αὐτω̃ν πάντας τοὺς διαλογισμοὺς αὐτω̃ν κατ' ἐμου̃
62 χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτω̃ν κατ' ἐμου̃ ὅλην τὴν ἡμέραν
63 καθέδραν αὐτω̃ν καὶ ἀνάστασιν αὐτω̃ν ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτω̃ν
64 ἀποδώσεις αὐτοι̃ς ἀνταπόδομα κύριε κατὰ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτω̃ν
65 ἀποδώσεις αὐτοι̃ς ὑπερασπισμὸν καρδίας μόχθον σου αὐτοι̃ς
66 καταδιώξεις ἐν ὀργη̨̃ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω του̃ οὐρανου̃ κύριε
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.