Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΘΡΗΝΟΙ, κεφαλίς 4

πω̃ς ἀμαυρωθήσεται χρυσίον ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν ἐξεχύθησαν λίθοι ἅγιοι ἐπ' ἀρχη̃ς πασω̃ν ἐξόδων
υἱοὶ Σιων οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίω̨ πω̃ς ἐλογίσθησαν εἰς ἀγγει̃α ὀστράκινα ἔργα χειρω̃ν κεραμέως
καί γε δράκοντες ἐξέδυσαν μαστούς ἐθήλασαν σκύμνοι αὐτω̃ν θυγατέρες λαου̃ μου εἰς ἀνίατον ὡς στρουθίον ἐν ἐρήμω̨
ἐκολλήθη ἡ γλω̃σσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτου̃ ἐν δίψει νήπια ἤ̨τησαν ἄρτον ὁ διακλω̃ν οὐκ ἔστιν αὐτοι̃ς
οἱ ἔσθοντες τὰς τρυφὰς ἠφανίσθησαν ἐν ται̃ς ἐξόδοις οἱ τιθηνούμενοι ἐπὶ κόκκων περιεβάλοντο κοπρίας
καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαου̃ μου ὑπὲρ ἀνομίας Σοδομων τη̃ς κατεστραμμένης ὥσπερ σπουδη̨̃ καὶ οὐκ ἐπόνεσαν ἐν αὐτη̨̃ χει̃ρας
ἐκαθαριώθησαν ναζιραι̃οι αὐτη̃ς ὑπὲρ χιόνα ἔλαμψαν ὑπὲρ γάλα ἐπυρρώθησαν ὑπὲρ λίθους σαπφείρου τὸ ἀπόσπασμα αὐτω̃ν
ἐσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἰ̃δος αὐτω̃ν οὐκ ἐπεγνώσθησαν ἐν ται̃ς ἐξόδοις ἐπάγη δέρμα αὐτω̃ν ἐπὶ τὰ ὀστέα αὐτω̃ν ἐξηράνθησαν ἐγενήθησαν ὥσπερ ξύλον
καλοὶ ἠ̃σαν οἱ τραυματίαι ῥομφαίας ἢ οἱ τραυματίαι λιμου̃ ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρω̃ν
10 χει̃ρες γυναικω̃ν οἰκτιρμόνων ἥψησαν τὰ παιδία αὐτω̃ν ἐγενήθησαν εἰς βρω̃σιν αὐται̃ς ἐν τω̨̃ συντρίμματι τη̃ς θυγατρὸς λαου̃ μου
11 συνετέλεσεν κύριος θυμὸν αὐτου̃ ἐξέχεεν θυμὸν ὀργη̃ς αὐτου̃ καὶ ἀνη̃ψεν πυ̃ρ ἐν Σιων καὶ κατέφαγεν τὰ θεμέλια αὐτη̃ς
12 οὐκ ἐπίστευσαν βασιλει̃ς γη̃ς πάντες οἱ κατοικου̃ντες τὴν οἰκουμένην ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τω̃ν πυλω̃ν Ιερουσαλημ
13 ἐξ ἁμαρτιω̃ν προφητω̃ν αὐτη̃ς ἀδικιω̃ν ἱερέων αὐτη̃ς τω̃ν ἐκχεόντων αἱ̃μα δίκαιον ἐν μέσω̨ αὐτη̃ς
14 ἐσαλεύθησαν ἐγρήγοροι αὐτη̃ς ἐν ται̃ς ἐξόδοις ἐμολύνθησαν ἐν αἵματι ἐν τω̨̃ μὴ δύνασθαι αὐτοὺς ἥψαντο ἐνδυμάτων αὐτω̃ν
15 ἀπόστητε ἀκαθάρτων καλέσατε αὐτούς ἀπόστητε ἀπόστητε μὴ ἅπτεσθε ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν εἴπατε ἐν τοι̃ς ἔθνεσιν οὐ μὴ προσθω̃σιν του̃ παροικει̃ν
16 πρόσωπον κυρίου μερὶς αὐτω̃ν οὐ προσθήσει ἐπιβλέψαι αὐτοι̃ς πρόσωπον ἱερέων οὐκ ἔλαβον πρεσβύτας οὐκ ἠλέησαν
17 ἔτι ὄντων ἡμω̃ν ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμω̃ν εἰς τὴν βοήθειαν ἡμω̃ν μάταια ἀποσκοπευόντων ἡμω̃ν ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σω̨̃ζον
18 ἐθηρεύσαμεν μικροὺς ἡμω̃ν του̃ μὴ πορεύεσθαι ἐν ται̃ς πλατείαις ἡμω̃ν ἤγγικεν ὁ καιρὸς ἡμω̃ν ἐπληρώθησαν αἱ ἡμέραι ἡμω̃ν πάρεστιν ὁ καιρὸς ἡμω̃ν
19 κου̃φοι ἐγένοντο οἱ διώκοντες ἡμα̃ς ὑπὲρ ἀετοὺς οὐρανου̃ ἐπὶ τω̃ν ὀρέων ἐξήφθησαν ἐν ἐρήμω̨ ἐνήδρευσαν ἡμα̃ς
20 πνευ̃μα προσώπου ἡμω̃ν χριστὸς κυρίου συνελήμφθη ἐν ται̃ς διαφθοραι̃ς αὐτω̃ν οὑ̃ εἴπαμεν ἐν τη̨̃ σκια̨̃ αὐτου̃ ζησόμεθα ἐν τοι̃ς ἔθνεσιν
21 χαι̃ρε καὶ εὐφραίνου θύγατερ Ιδουμαίας ἡ κατοικου̃σα ἐπὶ γη̃ς καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον κυρίου καὶ μεθυσθήση̨ καὶ ἀποχεει̃ς
22 ἐξέλιπεν ἡ ἀνομία σου θύγατερ Σιων οὐ προσθήσει ἔτι ἀποικίσαι σε ἐπεσκέψατο ἀνομίας σου θύγατερ Εδωμ ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.