Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 17

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
2 λάλησον πρὸς Ααρων καὶ πρὸς τοὺς υἱοὺς αὐτου̃ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς του̃το τὸ ῥη̃μα ὃ ἐνετείλατο κύριος λέγων
3 ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν σφάξη̨ μόσχον ἢ πρόβατον ἢ αἰ̃γα ἐν τη̨̃ παρεμβολη̨̃ καὶ ὃς ἂν σφάξη̨ ἔξω τη̃ς παρεμβολη̃ς
4 καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου μὴ ἐνέγκη̨ ὥστε ποιη̃σαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον κυρίω̨ δεκτὸν εἰς ὀσμὴν εὐωδίας καὶ ὃς ἂν σφάξη̨ ἔξω καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου μὴ ἐνέγκη̨ αὐτὸ ὥστε μὴ προσενέγκαι δω̃ρον κυρίω̨ ἀπέναντι τη̃ς σκηνη̃ς κυρίου καὶ λογισθήσεται τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ αἱ̃μα αἱ̃μα ἐξέχεεν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς
5 ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ισραηλ τὰς θυσίας αὐτω̃ν ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοι̃ς πεδίοις καὶ οἴσουσιν τω̨̃ κυρίω̨ ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσιν θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ αὐτά
6 καὶ προσχεει̃ ὁ ἱερεὺς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ ἀπέναντι κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας κυρίω̨
7 καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτω̃ν τοι̃ς ματαίοις οἱ̃ς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτω̃ν νόμιμον αἰώνιον ἔσται ὑμι̃ν εἰς τὰς γενεὰς ὑμω̃ν
8 καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ καὶ ἀπὸ τω̃ν υἱω̃ν τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν ποιήση̨ ὁλοκαύτωμα ἢ θυσίαν
9 καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου μὴ ἐνέγκη̨ ποιη̃σαι αὐτὸ τω̨̃ κυρίω̨ ἐξολεθρευθήσεται ὁ ἄνθρωπος ἐκει̃νος ἐκ του̃ λαου̃ αὐτου̃
10 καὶ ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν φάγη̨ πα̃ν αἱ̃μα καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἱ̃μα καὶ ἀπολω̃ αὐτὴν ἐκ του̃ λαου̃ αὐτη̃ς
11 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμι̃ν ἐπὶ του̃ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τω̃ν ψυχω̃ν ὑμω̃ν τὸ γὰρ αἱ̃μα αὐτου̃ ἀντὶ τη̃ς ψυχη̃ς ἐξιλάσεται
12 διὰ του̃το εἴρηκα τοι̃ς υἱοι̃ς Ισραηλ πα̃σα ψυχὴ ἐξ ὑμω̃ν οὐ φάγεται αἱ̃μα καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμι̃ν οὐ φάγεται αἱ̃μα
13 καὶ ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ καὶ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν θηρεύση̨ θήρευμα θηρίον ἢ πετεινόν ὃ ἔσθεται καὶ ἐκχεει̃ τὸ αἱ̃μα καὶ καλύψει αὐτὸ τη̨̃ γη̨̃
14 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν καὶ εἰ̃πα τοι̃ς υἱοι̃ς Ισραηλ αἱ̃μα πάσης σαρκὸς οὐ φάγεσθε ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν πα̃ς ὁ ἔσθων αὐτὸ ἐξολεθρευθήσεται
15 καὶ πα̃σα ψυχή ἥτις φάγεται θνησιμαι̃ον ἢ θηριάλωτον ἐν τοι̃ς αὐτόχθοσιν ἢ ἐν τοι̃ς προσηλύτοις πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται
16 ἐὰν δὲ μὴ πλύνη̨ τὰ ἱμάτια καὶ τὸ σω̃μα μὴ λούσηται ὕδατι καὶ λήμψεται ἀνόμημα αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.