ΛΕΥΙΤΙΚΟΝ,
κεφαλίς 18,
στἰχοι 19-23
19 καὶ πρὸς γυναι̃κα ἐν χωρισμω̨̃ ἀκαθαρσίας αὐτη̃ς οὐ προσελεύση̨ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτη̃ς |
20 καὶ πρὸς τὴν γυναι̃κα του̃ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου ἐκμιανθη̃ναι πρὸς αὐτήν |
21 καὶ ἀπὸ του̃ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον ἐγὼ κύριος |
22 καὶ μετὰ ἄρσενος οὐ κοιμηθήση̨ κοίτην γυναικός βδέλυγμα γάρ ἐστιν |
23 καὶ πρὸς πα̃ν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν ἐκμιανθη̃ναι πρὸς αὐτό καὶ γυνὴ οὐ στήσεται πρὸς πα̃ν τετράπουν βιβασθη̃ναι μυσερὸν γάρ ἐστιν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.