Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 18,  στἰχοι 6-18

6 ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκει̃α σαρκὸς αὐτου̃ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην ἐγὼ κύριος
7 ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις μήτηρ γάρ σού ἐστιν καὶ οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς
8 ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις ἀσχημοσύνη πατρός σού ἐστιν
9 ἀσχημοσύνην τη̃ς ἀδελφη̃ς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἐνδογενου̃ς ἢ γεγεννημένης ἔξω οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτη̃ς
10 ἀσχημοσύνην θυγατρὸς υἱου̃ σου ἢ θυγατρὸς θυγατρός σου οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτω̃ν ὅτι σὴ ἀσχημοσύνη ἐστίν
11 ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις ὁμοπατρία ἀδελφή σού ἐστιν οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς
12 ἀσχημοσύνην ἀδελφη̃ς πατρός σου οὐκ ἀποκαλύψεις οἰκεία γὰρ πατρός σού ἐστιν
13 ἀσχημοσύνην ἀδελφη̃ς μητρός σου οὐκ ἀποκαλύψεις οἰκεία γὰρ μητρός σού ἐστιν
14 ἀσχημοσύνην ἀδελφου̃ του̃ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναι̃κα αὐτου̃ οὐκ εἰσελεύση̨ συγγενὴς γάρ σού ἐστιν
15 ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις γυνὴ γὰρ υἱου̃ σού ἐστιν οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς
16 ἀσχημοσύνην γυναικὸς ἀδελφου̃ σου οὐκ ἀποκαλύψεις ἀσχημοσύνη ἀδελφου̃ σού ἐστιν
17 ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτη̃ς οὐκ ἀποκαλύψεις τὴν θυγατέρα του̃ υἱου̃ αὐτη̃ς καὶ τὴν θυγατέρα τη̃ς θυγατρὸς αὐτη̃ς οὐ λήμψη̨ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτω̃ν οἰκει̃αι γάρ σού εἰσιν ἀσέβημά ἐστιν
18 γυναι̃κα ἐπὶ ἀδελφη̨̃ αὐτη̃ς οὐ λήμψη̨ ἀντίζηλον ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτη̃ς ἐπ' αὐτη̨̃ ἔτι ζώσης αὐτη̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.