ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 14,
στἰχοι 25-34
25 συνεπορεύοντο δὲ αὐτω̨̃ ὄχλοι πολλοί καὶ στραφεὶς εἰ̃πεν πρòς αὐτούς |
26 εἴ τις ἔρχεται πρός με καὶ οὐ μισει̃ τòν πατέρα ἑαυτου̃ καὶ τὴν μητέρα καὶ τὴν γυναι̃κα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτου̃ οὐ δύναται εἰ̃ναί μου μαθητής |
27 ὅστις οὐ βαστάζει τòν σταυρòν ἑαυτου̃ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται εἰ̃ναί μου μαθητής |
28 τίς γὰρ ἐξ ὑμω̃ν θέλων πύργον οἰκοδομη̃σαι οὐχὶ πρω̃τον καθίσας ψηφίζει τὴν δαπάνην εἰ ἔχει εἰς ἀπαρτισμόν |
29 ἵνα μήποτε θέντος αὐτου̃ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωρου̃ντες ἄρξωνται αὐτω̨̃ ἐμπαίζειν |
30 λέγοντες ὅτι οὑ̃τος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομει̃ν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι |
31 ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρω̨ βασιλει̃ συμβαλει̃ν εἰς πόλεμον οὐχὶ καθίσας πρω̃τον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντη̃σαι τω̨̃ μετὰ εἴκοσι χιλιάδων ἐρχομένω̨ ἐπ' αὐτόν |
32 εἰ δὲ μή γε ἔτι αὐτου̃ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτα̨̃ τὰ πρòς εἰρήνην |
33 οὕτως οὐ̃ν πα̃ς ἐξ ὑμω̃ν ὃς οὐκ ἀποτάσσεται πα̃σιν τοι̃ς ἑαυτου̃ ὑπάρχουσιν οὐ δύναται εἰ̃ναί μου μαθητής |
34 καλòν οὐ̃ν τò ἅλας ἐὰν δὲ καὶ τò ἅλας μωρανθη̨̃ ἐν τίνι ἀρτυθήσεται |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.