ΜΙΧΑΙΑΣ,
κεφαλίς 3
1 καὶ ἐρει̃ ἀκούσατε δὴ ταυ̃τα αἱ ἀρχαὶ οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οὐχ ὑμι̃ν ἐστιν του̃ γνω̃ναι τὸ κρίμα |
2 οἱ μισου̃ντες τὰ καλὰ καὶ ζητου̃ντες τὰ πονηρά ἁρπάζοντες τὰ δέρματα αὐτω̃ν ἀπ' αὐτω̃ν καὶ τὰς σάρκας αὐτω̃ν ἀπὸ τω̃ν ὀστέων αὐτω̃ν |
3 ὃν τρόπον κατέφαγον τὰς σάρκας του̃ λαου̃ μου καὶ τὰ δέρματα αὐτω̃ν ἀπὸ τω̃ν ὀστέων αὐτω̃ν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτω̃ν συνέθλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν |
4 οὕτως κεκράξονται πρὸς κύριον καὶ οὐκ εἰσακούσεται αὐτω̃ν καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτου̃ ἀπ' αὐτω̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνθ' ὡ̃ν ἐπονηρεύσαντο ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν ἐπ' αὐτούς |
5 τάδε λέγει κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανω̃ντας τὸν λαόν μου τοὺς δάκνοντας ἐν τοι̃ς ὀδου̃σιν αὐτω̃ν καὶ κηρύσσοντας ἐπ' αὐτὸν εἰρήνην καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτω̃ν ἤγειραν ἐπ' αὐτὸν πόλεμον |
6 διὰ του̃το νὺξ ὑμι̃ν ἔσται ἐξ ὁράσεως καὶ σκοτία ὑμι̃ν ἔσται ἐκ μαντείας καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἡ ἡμέρα |
7 καὶ καταισχυνθήσονται οἱ ὁρω̃ντες τὰ ἐνύπνια καὶ καταγελασθήσονται οἱ μάντεις καὶ καταλαλήσουσιν κατ' αὐτω̃ν πάντες αὐτοί διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτω̃ν |
8 ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου καὶ κρίματος καὶ δυναστείας του̃ ἀπαγγει̃λαι τω̨̃ Ιακωβ ἀσεβείας αὐτου̃ καὶ τω̨̃ Ισραηλ ἁμαρτίας αὐτου̃ |
9 ἀκούσατε δὴ ταυ̃τα οἱ ἡγούμενοι οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες |
10 οἱ οἰκοδομου̃ντες Σιων ἐν αἵμασιν καὶ Ιερουσαλημ ἐν ἀδικίαις |
11 οἱ ἡγούμενοι αὐτη̃ς μετὰ δώρων ἔκρινον καὶ οἱ ἱερει̃ς αὐτη̃ς μετὰ μισθου̃ ἀπεκρίνοντο καὶ οἱ προφη̃ται αὐτη̃ς μετὰ ἀργυρίου ἐμαντεύοντο καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες οὐχὶ κύριος ἐν ἡμι̃ν ἐστιν οὐ μὴ ἐπέλθη̨ ἐφ' ἡμα̃ς κακά |
12 διὰ του̃το δι' ὑμα̃ς Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ιερουσαλημ ὡς ὀπωροφυλάκιον ἔσται καὶ τὸ ὄρος του̃ οἴκου ὡς ἄλσος δρυμου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.