ΜΙΧΑΙΑΣ,
κεφαλίς 5
1 νυ̃ν ἐμφραχθήσεται θυγάτηρ Εφραιμ ἐν φραγμω̨̃ συνοχὴν ἔταξεν ἐφ' ἡμα̃ς ἐν ῥάβδω̨ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς του̃ Ισραηλ |
2 καὶ σύ Βηθλεεμ οἰ̃κος του̃ Εφραθα ὀλιγοστὸς εἰ̃ του̃ εἰ̃ναι ἐν χιλιάσιν Ιουδα ἐκ σου̃ μοι ἐξελεύσεται του̃ εἰ̃ναι εἰς ἄρχοντα ἐν τω̨̃ Ισραηλ καὶ αἱ ἔξοδοι αὐτου̃ ἀπ' ἀρχη̃ς ἐξ ἡμερω̃ν αἰω̃νος |
3 διὰ του̃το δώσει αὐτοὺς ἕως καιρου̃ τικτούσης τέξεται καὶ οἱ ἐπίλοιποι τω̃ν ἀδελφω̃ν αὐτω̃ν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ισραηλ |
4 καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανει̃ τὸ ποίμνιον αὐτου̃ ἐν ἰσχύι κυρίου καὶ ἐν τη̨̃ δόξη̨ του̃ ὀνόματος κυρίου του̃ θεου̃ αὐτω̃ν ὑπάρξουσιν διότι νυ̃ν μεγαλυνθήσεται ἕως ἄκρων τη̃ς γη̃ς |
5 καὶ ἔσται αὕτη εἰρήνη ὅταν 'Ασσύριος ἐπέλθη̨ ἐπὶ τὴν γη̃ν ὑμω̃ν καὶ ὅταν ἐπιβη̨̃ ἐπὶ τὴν χώραν ὑμω̃ν καὶ ἐπεγερθήσονται ἐπ' αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων |
6 καὶ ποιμανου̃σιν τὸν Ασσουρ ἐν ῥομφαία̨ καὶ τὴν γη̃ν του̃ Νεβρωδ ἐν τη̨̃ τάφρω̨ αὐτη̃ς καὶ ῥύσεται ἐκ του̃ Ασσουρ ὅταν ἐπέλθη̨ ἐπὶ τὴν γη̃ν ὑμω̃ν καὶ ὅταν ἐπιβη̨̃ ἐπὶ τὰ ὅρια ὑμω̃ν |
7 καὶ ἔσται τὸ ὑπόλειμμα του̃ Ιακωβ ἐν τοι̃ς ἔθνεσιν ἐν μέσω̨ λαω̃ν πολλω̃ν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν ὅπως μὴ συναχθη̨̃ μηδεὶς μηδὲ ὑποστη̨̃ ἐν υἱοι̃ς ἀνθρώπων |
8 καὶ ἔσται τὸ ὑπόλειμμα του̃ Ιακωβ ἐν τοι̃ς ἔθνεσιν ἐν μέσω̨ λαω̃ν πολλω̃ν ὡς λέων ἐν κτήνεσιν ἐν τω̨̃ δρυμω̨̃ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων ὃν τρόπον ὅταν διέλθη̨ καὶ διαστείλας ἁρπάση̨ καὶ μὴ ἠ̨̃ ὁ ἐξαιρούμενος |
9 ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε καὶ πάντες οἱ ἐχθροί σου ἐξολεθρευθήσονται |
10 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος ἐξολεθρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολω̃ τὰ ἅρματά σου |
11 καὶ ἐξολεθρεύσω τὰς πόλεις τη̃ς γη̃ς σου καὶ ἐξαρω̃ πάντα τὰ ὀχυρώματά σου |
12 καὶ ἐξαρω̃ τὰ φάρμακά σου ἐκ τω̃ν χειρω̃ν σου καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί |
13 καὶ ἐξολεθρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου καὶ οὐκέτι μὴ προσκυνήση̨ς τοι̃ς ἔργοις τω̃ν χειρω̃ν σου |
14 καὶ ἐκκόψω τὰ ἄλση σου ἐκ μέσου σου καὶ ἀφανιω̃ τὰς πόλεις σου |
15 καὶ ποιήσω ἐν ὀργη̨̃ καὶ ἐν θυμω̨̃ ἐκδίκησιν ἐν τοι̃ς ἔθνεσιν ἀνθ' ὡ̃ν οὐκ εἰσήκουσαν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.