1 καὶ ὅτε ἐγγίζουσιν εἰς ‘Ιεροσόλυμα εἰς βηθφαγὴ καὶ βηθανίαν πρòς τò ὄρος τω̃ν ἐλαιω̃ν ἀποστέλλει δύο τω̃ν μαθητω̃ν αὐτου̃ |
2 καὶ λέγει αὐτοι̃ς ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμω̃ν καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πω̃λον δεδεμένον ἐφ' ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτòν καὶ φέρετε |
3 καὶ ἐάν τις ὑμι̃ν εἴπη̨ τί ποιει̃τε του̃το εἴπατε ὁ κύριος αὐτου̃ χρείαν ἔχει καὶ εὐθὺς αὐτòν ἀποστέλλει πάλιν ὡ̃δε |
4 καὶ ἀπη̃λθον καὶ εὑ̃ρον πω̃λον δεδεμένον πρòς θύραν ἔξω ἐπὶ του̃ ἀμφόδου καὶ λύουσιν αὐτόν |
5 καί τινες τω̃ν ἐκει̃ ἑστηκότων ἔλεγον αὐτοι̃ς τί ποιει̃τε λύοντες τòν πω̃λον |
6 οἱ δὲ εἰ̃παν αὐτοι̃ς καθὼς εἰ̃πεν ὁ ’Ιησου̃ς καὶ ἀφη̃καν αὐτούς |
7 καὶ φέρουσιν τòν πω̃λον πρòς τòν ’Ιησου̃ν καὶ ἐπιβάλλουσιν αὐτω̨̃ τὰ ἱμάτια αὐτω̃ν καὶ ἐκάθισεν ἐπ' αὐτόν |
8 καὶ πολλοὶ τὰ ἱμάτια αὐτω̃ν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τω̃ν ἀγρω̃ν |
9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθου̃ντες ἔκραζον ὡσαννά εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου |
10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία του̃ πατρòς ἡμω̃ν Δαυίδ ὡσαννὰ ἐν τοι̃ς ὑψίστοις |
11 καὶ εἰση̃λθεν εἰς ‘Ιεροσόλυμα εἰς τò ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψίας ἤδη οὔσης τη̃ς ὥρας ἐξη̃λθεν εἰς βηθανίαν μετὰ τω̃ν δώδεκα |
12 καὶ τη̨̃ ἐπαύριον ἐξελθόντων αὐτω̃ν ἀπò βηθανίας ἐπείνασεν |
13 καὶ ἰδὼν συκη̃ν ἀπò μακρόθεν ἔχουσαν φύλλα ἠ̃λθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτη̨̃ καὶ ἐλθὼν ἐπ' αὐτὴν οὐδὲν εὑ̃ρεν εἰ μὴ φύλλα ὁ γὰρ καιρòς οὐκ ἠ̃ν σύκων |
14 καὶ ἀποκριθεὶς εἰ̃πεν αὐτη̨̃ μηκέτι εἰς τòν αἰω̃να ἐκ σου̃ μηδεὶς καρπòν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτου̃ |
15 καὶ ἔρχονται εἰς ‘Ιεροσόλυμα καὶ εἰσελθὼν εἰς τò ἱερòν ἤρξατο ἐκβάλλειν τοὺς πωλου̃ντας καὶ τοὺς ἀγοράζοντας ἐν τω̨̃ ἱερω̨̃ καὶ τὰς τραπέζας τω̃ν κολλυβιστω̃ν καὶ τὰς καθέδρας τω̃ν πωλούντων τὰς περιστερὰς κατέστρεψεν |
16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκη̨ σκευ̃ος διὰ του̃ ἱερου̃ |
17 καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοι̃ς οὐ γέγραπται ὅτι ὁ οἰ̃κός μου οἰ̃κος προσευχη̃ς κληθήσεται πα̃σιν τοι̃ς ἔθνεσιν ὑμει̃ς δὲ πεποιήκατε αὐτòν σπήλαιον λη̨στω̃ν |
18 καὶ ἤκουσαν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς καὶ ἐζήτουν πω̃ς αὐτòν ἀπολέσωσιν ἐφοβου̃ντο γὰρ αὐτόν πα̃ς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ |
19 καὶ ὅταν ὀψὲ ἐγένετο ἐξεπορεύοντο ἔξω τη̃ς πόλεως |
20 καὶ παραπορευόμενοι πρωΐ εἰ̃δον τὴν συκη̃ν ἐξηραμμένην ἐκ ῥιζω̃ν |
21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτω̨̃ ῥαββί ἴδε ἡ συκη̃ ἣν κατηράσω ἐξήρανται |
22 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς λέγει αὐτοι̃ς ἔχετε πίστιν θεου̃ |
23 ἀμὴν λέγω ὑμι̃ν ὅτι ὃς ἂν εἴπη̨ τω̨̃ ὄρει τούτω̨ ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθη̨̃ ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἀλλὰ πιστεύη̨ ὅτι ὃ λαλει̃ γίνεται ἔσται αὐτω̨̃ |
24 διὰ του̃το λέγω ὑμι̃ν πάντα ὅσα προσεύχεσθε καὶ αἰτει̃σθε πιστεύετε ὅτι ἐλάβετε καὶ ἔσται ὑμι̃ν |
25 καὶ ὅταν στήκετε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ ὁ πατὴρ ὑμω̃ν ὁ ἐν τοι̃ς οὐρανοι̃ς ἀφη̨̃ ὑμι̃ν τὰ παραπτώματα ὑμω̃ν |
|
27 καὶ ἔρχονται πάλιν εἰς ‘Ιεροσόλυμα καὶ ἐν τω̨̃ ἱερω̨̃ περιπατου̃ντος αὐτου̃ ἔρχονται πρòς αὐτòν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς καὶ οἱ πρεσβύτεροι |
28 καὶ ἔλεγον αὐτω̨̃ ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιει̃ς ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταυ̃τα ποιη̨̃ς |
29 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ἐπερωτήσω ὑμα̃ς ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρω̃ ὑμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃ |
30 τò βάπτισμα τò ’Ιωάννου ἐξ οὐρανου̃ ἠ̃ν ἢ ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι |
31 καὶ διελογίζοντο πρòς ἑαυτοὺς λέγοντες ἐὰν εἴπωμεν ἐξ οὐρανου̃ ἐρει̃ διὰ τί οὐ̃ν οὐκ ἐπιστεύσατε αὐτω̨̃ |
32 ἀλλὰ εἴπωμεν ἐξ ἀνθρώπων ἐφοβου̃ντο τòν ὄχλον ἅπαντες γὰρ εἰ̃χον τòν ’Ιωάννην ὄντως ὅτι προφήτης ἠ̃ν |
33 καὶ ἀποκριθέντες τω̨̃ ’Ιησου̃ λέγουσιν οὐκ οἴδαμεν καὶ ὁ ’Ιησου̃ς λέγει αὐτοι̃ς οὐδὲ ἐγὼ λέγω ὑμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃ |