Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 12

καὶ ἤρξατο αὐτοι̃ς ἐν παραβολαι̃ς λαλει̃ν ἀμπελω̃να ἄνθρωπος ἐφύτευσεν καὶ περιέθηκεν φραγμòν καὶ ὤρυξεν ὑπολήνιον καὶ ὠ̨κοδόμησεν πύργον καὶ ἐξέδετο αὐτòν γεωργοι̃ς καὶ ἀπεδήμησεν
καὶ ἀπέστειλεν πρòς τοὺς γεωργοὺς τω̨̃ καιρω̨̃ δου̃λον ἵνα παρὰ τω̃ν γεωργω̃ν λάβη̨ ἀπò τω̃ν καρπω̃ν του̃ ἀμπελω̃νος
καὶ λαβόντες αὐτòν ἔδειραν καὶ ἀπέστειλαν κενόν
καὶ πάλιν ἀπέστειλεν πρòς αὐτοὺς ἄλλον δου̃λον κἀκει̃νον ἐκεφαλίωσαν καὶ ἠτίμασαν
καὶ ἄλλον ἀπέστειλεν κἀκει̃νον ἀπέκτειναν καὶ πολλοὺς ἄλλους οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες
ἔτι ἕνα εἰ̃χεν υἱòν ἀγαπητόν ἀπέστειλεν αὐτòν ἔσχατον πρòς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τòν υἱόν μου
ἐκει̃νοι δὲ οἱ γεωργοὶ πρòς ἑαυτοὺς εἰ̃παν ὅτι οὑ̃τός ἐστιν ὁ κληρονόμος δευ̃τε ἀποκτείνωμεν αὐτόν καὶ ἡμω̃ν ἔσται ἡ κληρονομία
καὶ λαβόντες ἀπέκτειναν αὐτόν καὶ ἐξέβαλον αὐτòν ἔξω του̃ ἀμπελω̃νος
τί οὐ̃ν ποιήσει ὁ κύριος του̃ ἀμπελω̃νος ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς καὶ δώσει τòν ἀμπελω̃να ἄλλοις
10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας
11 παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοι̃ς ἡμω̃ν
12 καὶ ἐζήτουν αὐτòν κρατη̃σαι καὶ ἐφοβήθησαν τòν ὄχλον ἔγνωσαν γὰρ ὅτι πρòς αὐτοὺς τὴν παραβολὴν εἰ̃πεν καὶ ἀφέντες αὐτòν ἀπη̃λθον
13 καὶ ἀποστέλλουσιν πρòς αὐτόν τινας τω̃ν Φαρισαίων καὶ τω̃ν ‘Ηρω̨διανω̃ν ἵνα αὐτòν ἀγρεύσωσιν λόγω̨
14 καὶ ἐλθόντες λέγουσιν αὐτω̨̃ διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἰ̃ καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδòν του̃ θεου̃ διδάσκεις ἔξεστιν δου̃ναι κη̃νσον Καίσαρι ἢ οὔ δω̃μεν ἢ μὴ δω̃μεν
15 ὁ δὲ εἰδὼς αὐτω̃ν τὴν ὑπόκρισιν εἰ̃πεν αὐτοι̃ς τί με πειράζετε φέρετέ μοι δηνάριον ἵνα ἴδω
16 οἱ δὲ ἤνεγκαν καὶ λέγει αὐτοι̃ς τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή οἱ δὲ εἰ̃παν αὐτω̨̃ Καίσαρος
17 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ του̃ θεου̃ τω̨̃ θεω̨̃ καὶ ἐξεθαύμαζον ἐπ' αὐτω̨̃
18 καὶ ἔρχονται Σαδδουκαι̃οι πρòς αὐτόν οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἰ̃ναι καὶ ἐπηρώτων αὐτòν λέγοντες
19 διδάσκαλε Μωϋση̃ς ἔγραψεν ἡμι̃ν ὅτι ἐάν τινος ἀδελφòς ἀποθάνη̨ καὶ καταλίπη̨ γυναι̃κα καὶ μὴ ἀφη̨̃ τέκνον ἵνα λάβη̨ ὁ ἀδελφòς αὐτου̃ τὴν γυναι̃κα καὶ ἐξαναστήση̨ σπέρμα τω̨̃ ἀδελφω̨̃ αὐτου̃
20 ἑπτὰ ἀδελφοὶ ἠ̃σαν καὶ ὁ πρω̃τος ἔλαβεν γυναι̃κα καὶ ἀποθνή̨σκων οὐκ ἀφη̃κεν σπέρμα
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα καὶ ὁ τρίτος ὡσαύτως
22 καὶ οἱ ἑπτὰ οὐκ ἀφη̃καν σπέρμα ἔσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν
23 ἐν τη̨̃ ἀναστάσει ὅταν ἀναστω̃σιν τίνος αὐτω̃ν ἔσται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναι̃κα
24 ἔφη αὐτοι̃ς ὁ ’Ιησου̃ς οὐ διὰ του̃το πλανα̃σθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν του̃ θεου̃
25 ὅταν γὰρ ἐκ νεκρω̃ν ἀναστω̃σιν οὔτε γαμου̃σιν οὔτε γαμίζονται ἀλλ' εἰσὶν ὡς ἄγγελοι ἐν τοι̃ς οὐρανοι̃ς
26 περὶ δὲ τω̃ν νεκρω̃ν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τη̨̃ βίβλω̨ Μωϋσέως ἐπὶ του̃ βάτου πω̃ς εἰ̃πεν αὐτω̨̃ ὁ θεòς λέγων ἐγὼ ὁ θεòς ’Αβραὰμ καὶ ὁ θεòς ’Ισαὰκ καὶ ὁ θεòς ’Ιακώβ
27 οὐκ ἔστιν θεòς νεκρω̃ν ἀλλὰ ζώντων πολὺ πλανα̃σθε
28 καὶ προσελθὼν εἱ̃ς τω̃ν γραμματέων ἀκούσας αὐτω̃ν συζητούντων ἰδὼν ὅτι καλω̃ς ἀπεκρίθη αὐτοι̃ς ἐπηρώτησεν αὐτόν ποία ἐστὶν ἐντολὴ πρώτη πάντων
29 ἀπεκρίθη ὁ ’Ιησου̃ς ὅτι πρώτη ἐστίν ἄκουε ’Ισραήλ κύριος ὁ θεòς ἡμω̃ν κύριος εἱ̃ς ἐστιν
30 καὶ ἀγαπήσεις κύριον τòν θεόν σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου καὶ ἐξ ὅλης τη̃ς διανοίας σου καὶ ἐξ ὅλης τη̃ς ἰσχύος σου
31 δευτέρα αὕτη ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν
32 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ γραμματεύς καλω̃ς διδάσκαλε ἐπ' ἀληθείας εἰ̃πες ὅτι εἱ̃ς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτου̃
33 καὶ τò ἀγαπα̃ν αὐτòν ἐξ ὅλης τη̃ς καρδίας καὶ ἐξ ὅλης τη̃ς συνέσεως καὶ ἐξ ὅλης τη̃ς ἰσχύος καὶ τò ἀγαπα̃ν τòν πλησίον ὡς ἑαυτòν περισσότερόν ἐστιν πάντων τω̃ν ὁλοκαυτωμάτων καὶ θυσιω̃ν
34 καὶ ὁ ’Ιησου̃ς ἰδὼν αὐτòν ὅτι νουνεχω̃ς ἀπεκρίθη εἰ̃πεν αὐτω̨̃ οὐ μακρὰν εἰ̃ ἀπò τη̃ς βασιλείας του̃ θεου̃ καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτòν ἐπερωτη̃σαι
35 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς ἔλεγεν διδάσκων ἐν τω̨̃ ἱερω̨̃ πω̃ς λέγουσιν οἱ γραμματει̃ς ὅτι ὁ Χριστòς υἱòς Δαυίδ ἐστιν
36 αὐτòς Δαυὶδ εἰ̃πεν ἐν τω̨̃ πνεύματι τω̨̃ ἁγίω̨ εἰ̃πεν κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποκάτω τω̃ν ποδω̃ν σου
37 αὐτòς Δαυὶδ λέγει αὐτòν κύριον καὶ πόθεν αὐτου̃ ἐστιν υἱός καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτου̃ ἡδέως
38 καὶ ἐν τη̨̃ διδαχη̨̃ αὐτου̃ ἔλεγεν βλέπετε ἀπò τω̃ν γραμματέων τω̃ν θελόντων ἐν στολαι̃ς περιπατει̃ν καὶ ἀσπασμοὺς ἐν ται̃ς ἀγοραι̃ς
39 καὶ πρωτοκαθεδρίας ἐν ται̃ς συναγωγαι̃ς καὶ πρωτοκλισίας ἐν τοι̃ς δείπνοις
40 οἱ κατεσθίοντες τὰς οἰκίας τω̃ν χηρω̃ν καὶ προφάσει μακρὰ προσευχόμενοι οὑ̃τοι λήμψονται περισσότερον κρίμα
41 καὶ καθίσας κατέναντι του̃ γαζοφυλακίου ἐθεώρει πω̃ς ὁ ὄχλος βάλλει χαλκòν εἰς τò γαζοφυλάκιον καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά
42 καὶ ἐλθου̃σα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο ὅ ἐστιν κοδράντης
43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτου̃ εἰ̃πεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλει̃ον πάντων ἔβαλεν τω̃ν βαλλόντων εἰς τò γαζοφυλάκιον
44 πάντες γὰρ ἐκ του̃ περισσεύοντος αὐτοι̃ς ἔβαλον αὕτη δὲ ἐκ τη̃ς ὑστερήσεως αὐτη̃ς πάντα ὅσα εἰ̃χεν ἔβαλεν ὅλον τòν βίον αὐτη̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.