Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 11,  στἰχοι 2-11

2 καὶ λέγει αὐτοι̃ς ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμω̃ν καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πω̃λον δεδεμένον ἐφ' ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτòν καὶ φέρετε
3 καὶ ἐάν τις ὑμι̃ν εἴπη̨ τί ποιει̃τε του̃το εἴπατε ὁ κύριος αὐτου̃ χρείαν ἔχει καὶ εὐθὺς αὐτòν ἀποστέλλει πάλιν ὡ̃δε
4 καὶ ἀπη̃λθον καὶ εὑ̃ρον πω̃λον δεδεμένον πρòς θύραν ἔξω ἐπὶ του̃ ἀμφόδου καὶ λύουσιν αὐτόν
5 καί τινες τω̃ν ἐκει̃ ἑστηκότων ἔλεγον αὐτοι̃ς τί ποιει̃τε λύοντες τòν πω̃λον
6 οἱ δὲ εἰ̃παν αὐτοι̃ς καθὼς εἰ̃πεν ὁ ’Ιησου̃ς καὶ ἀφη̃καν αὐτούς
7 καὶ φέρουσιν τòν πω̃λον πρòς τòν ’Ιησου̃ν καὶ ἐπιβάλλουσιν αὐτω̨̃ τὰ ἱμάτια αὐτω̃ν καὶ ἐκάθισεν ἐπ' αὐτόν
8 καὶ πολλοὶ τὰ ἱμάτια αὐτω̃ν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τω̃ν ἀγρω̃ν
9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθου̃ντες ἔκραζον ὡσαννά εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου
10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία του̃ πατρòς ἡμω̃ν Δαυίδ ὡσαννὰ ἐν τοι̃ς ὑψίστοις
11 καὶ εἰση̃λθεν εἰς ‘Ιεροσόλυμα εἰς τò ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψίας ἤδη οὔσης τη̃ς ὥρας ἐξη̃λθεν εἰς βηθανίαν μετὰ τω̃ν δώδεκα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.