1 καὶ ἐκπορευομένου αὐτου̃ ἐκ του̃ ἱερου̃ λέγει αὐτω̨̃ εἱ̃ς τω̃ν μαθητω̃ν αὐτου̃ διδάσκαλε ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί |
2 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς οὐ μὴ ἀφεθη̨̃ ὡ̃δε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθη̨̃ |
3 καὶ καθημένου αὐτου̃ εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν κατέναντι του̃ ἱερου̃ ἐπηρώτα αὐτòν κατ' ἰδίαν Πέτρος καὶ ’Ιάκωβος καὶ ’Ιωάννης καὶ ’Ανδρέας |
4 εἰπòν ἡμι̃ν πότε ταυ̃τα ἔσται καὶ τί τò σημει̃ον ὅταν μέλλη̨ ταυ̃τα συντελει̃σθαι πάντα |
5 ὁ δὲ ’Ιησου̃ς ἤρξατο λέγειν αὐτοι̃ς βλέπετε μή τις ὑμα̃ς πλανήση̨ |
6 πολλοὶ ἐλεύσονται ἐπὶ τω̨̃ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ πολλοὺς πλανήσουσιν |
7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων μὴ θροει̃σθε δει̃ γενέσθαι ἀλλ' οὔπω τò τέλος |
8 ἐγερθήσεται γὰρ ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν ἔσονται σεισμοὶ κατὰ τόπους ἔσονται λιμοί ἀρχὴ ὠδίνων ταυ̃τα |
9 βλέπετε δὲ ὑμει̃ς ἑαυτούς παραδώσουσιν ὑμα̃ς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμου̃ εἰς μαρτύριον αὐτοι̃ς |
10 καὶ εἰς πάντα τὰ ἔθνη πρω̃τον δει̃ κηρυχθη̃ναι τò εὐαγγέλιον |
11 καὶ ὅταν ἄγωσιν ὑμα̃ς παραδιδόντες μὴ προμεριμνα̃τε τί λαλήσητε ἀλλ' ὃ ἐὰν δοθη̨̃ ὑμι̃ν ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ του̃το λαλει̃τε οὐ γάρ ἐστε ὑμει̃ς οἱ λαλου̃ντες ἀλλὰ τò πνευ̃μα τò ἅγιον |
12 καὶ παραδώσει ἀδελφòς ἀδελφòν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονει̃ς καὶ θανατώσουσιν αὐτούς |
13 καὶ ἔσεσθε μισούμενοι ὑπò πάντων διὰ τò ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος οὑ̃τος σωθήσεται |
14 ὅταν δὲ ἴδητε τò βδέλυγμα τη̃ς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δει̃ ὁ ἀναγινώσκων νοείτω τότε οἱ ἐν τη̨̃ ’Ιουδαία̨ φευγέτωσαν εἰς τὰ ὄρη |
15 ὁ δὲ ἐπὶ του̃ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω ἀ̃ραί τι ἐκ τη̃ς οἰκίας αὐτου̃ |
16 καὶ ὁ εἰς τòν ἀγρòν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἀ̃ραι τò ἱμάτιον αὐτου̃ |
17 οὐαὶ δὲ ται̃ς ἐν γαστρὶ ἐχούσαις καὶ ται̃ς θηλαζούσαις ἐν ἐκείναις ται̃ς ἡμέραις |
18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμω̃νος |
19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκει̃ναι θλι̃ψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ' ἀρχη̃ς κτίσεως ἣν ἔκτισεν ὁ θεòς ἕως του̃ νυ̃ν καὶ οὐ μὴ γένηται |
20 καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας οὐκ ἂν ἐσώθη πα̃σα σάρξ ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας |
21 καὶ τότε ἐάν τις ὑμι̃ν εἴπη̨ ἴδε ὡ̃δε ὁ Χριστός ἴδε ἐκει̃ μὴ πιστεύετε |
22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφη̃ται καὶ δώσουσιν σημει̃α καὶ τέρατα πρòς τò ἀποπλανα̃ν εἰ δυνατόν τοὺς ἐκλεκτούς |
23 ὑμει̃ς δὲ βλέπετε προείρηκα ὑμι̃ν πάντα |
24 ἀλλὰ ἐν ἐκείναις ται̃ς ἡμέραις μετὰ τὴν θλι̃ψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τò φέγγος αὐτη̃ς |
25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ του̃ οὐρανου̃ πίπτοντες καὶ αἱ δυνάμεις αἱ ἐν τοι̃ς οὐρανοι̃ς σαλευθήσονται |
26 καὶ τότε ὄψονται τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλη̃ς καὶ δόξης |
27 καὶ τότε ἀποστελει̃ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτου̃ ἐκ τω̃ν τεσσάρων ἀνέμων ἀπ' ἄκρου γη̃ς ἕως ἄκρου οὐρανου̃ |
28 ἀπò δὲ τη̃ς συκη̃ς μάθετε τὴν παραβολήν ὅταν ἤδη ὁ κλάδος αὐτη̃ς ἁπαλòς γένηται καὶ ἐκφύη̨ τὰ φύλλα γινώσκετε ὅτι ἐγγὺς τò θέρος ἐστίν |
29 οὕτως καὶ ὑμει̃ς ὅταν ἴδητε ταυ̃τα γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις |
30 ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ παρέλθη̨ ἡ γενεὰ αὕτη μέχρις οὑ̃ ταυ̃τα πάντα γένηται |
31 ὁ οὐρανòς καὶ ἡ γη̃ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται |
32 περὶ δὲ τη̃ς ἡμέρας ἐκείνης ἢ τη̃ς ὥρας οὐδεὶς οἰ̃δεν οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανω̨̃ οὐδὲ ὁ υἱός εἰ μὴ ὁ πατήρ |
33 βλέπετε ἀγρυπνει̃τε οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν |
34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτου̃ καὶ δοὺς τοι̃ς δούλοις αὐτου̃ τὴν ἐξουσίαν ἑκάστω̨ τò ἔργον αὐτου̃ καὶ τω̨̃ θυρωρω̨̃ ἐνετείλατο ἵνα γρηγορη̨̃ |
35 γρηγορει̃τε οὐ̃ν οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τη̃ς οἰκίας ἔρχεται ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ |
36 μὴ ἐλθὼν ἐξαίφνης εὕρη̨ ὑμα̃ς καθεύδοντας |
37 ὃ δὲ ὑμι̃ν λέγω πα̃σιν λέγω γρηγορει̃τε |