Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 14

ἠ̃ν δὲ τò πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας καὶ ἐζήτουν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς πω̃ς αὐτòν ἐν δόλω̨ κρατήσαντες ἀποκτείνωσιν
ἔλεγον γάρ μὴ ἐν τη̨̃ ἑορτη̨̃ μήποτε ἔσται θόρυβος του̃ λαου̃
καὶ ὄντος αὐτου̃ ἐν βηθανία̨ ἐν τη̨̃ οἰκία̨ Σίμωνος του̃ λεπρου̃ κατακειμένου αὐτου̃ ἠ̃λθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικη̃ς πολυτελου̃ς συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτου̃ τη̃ς κεφαλη̃ς
ἠ̃σαν δέ τινες ἀγανακτου̃ντες πρòς ἑαυτούς εἰς τί ἡ ἀπώλεια αὕτη του̃ μύρου γέγονεν
ἠδύνατο γὰρ του̃το τò μύρον πραθη̃ναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθη̃ναι τοι̃ς πτωχοι̃ς καὶ ἐνεβριμω̃ντο αὐτη̨̃
ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν ἄφετε αὐτήν τί αὐτη̨̃ κόπους παρέχετε καλòν ἔργον ἠργάσατο ἐν ἐμοί
πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ' ἑαυτω̃ν καὶ ὅταν θέλητε δύνασθε αὐτοι̃ς εὐ̃ ποιη̃σαι ἐμὲ δὲ οὐ πάντοτε ἔχετε
ὃ ἔσχεν ἐποίησεν προέλαβεν μυρίσαι τò σω̃μά μου εἰς τòν ἐνταφιασμόν
ἀμὴν δὲ λέγω ὑμι̃ν ὅπου ἐὰν κηρυχθη̨̃ τò εὐαγγέλιον εἰς ὅλον τòν κόσμον καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτη̃ς
10 καὶ ’Ιούδας ’Ισκαριὼθ ὁ εἱ̃ς τω̃ν δώδεκα ἀπη̃λθεν πρòς τοὺς ἀρχιερει̃ς ἵνα αὐτòν παραδοι̃ αὐτοι̃ς
11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτω̨̃ ἀργύριον δου̃ναι καὶ ἐζήτει πω̃ς αὐτòν εὐκαίρως παραδοι̃
12 καὶ τη̨̃ πρώτη̨ ἡμέρα̨ τω̃ν ἀζύμων ὅτε τò πάσχα ἔθυον λέγουσιν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ που̃ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγη̨ς τò πάσχα
13 καὶ ἀποστέλλει δύο τω̃ν μαθητω̃ν αὐτου̃ καὶ λέγει αὐτοι̃ς ὑπάγετε εἰς τὴν πόλιν καὶ ἀπαντήσει ὑμι̃ν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτω̨̃
14 καὶ ὅπου ἐὰν εἰσέλθη̨ εἴπατε τω̨̃ οἰκοδεσπότη̨ ὅτι ὁ διδάσκαλος λέγει που̃ ἐστιν τò κατάλυμά μου ὅπου τò πάσχα μετὰ τω̃ν μαθητω̃ν μου φάγω
15 καὶ αὐτòς ὑμι̃ν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον καὶ ἐκει̃ ἑτοιμάσατε ἡμι̃ν
16 καὶ ἐξη̃λθον οἱ μαθηταὶ καὶ ἠ̃λθον εἰς τὴν πόλιν καὶ εὑ̃ρον καθὼς εἰ̃πεν αὐτοι̃ς καὶ ἡτοίμασαν τò πάσχα
17 καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τω̃ν δώδεκα
18 καὶ ἀνακειμένων αὐτω̃ν καὶ ἐσθιόντων ὁ ’Ιησου̃ς εἰ̃πεν ἀμὴν λέγω ὑμι̃ν ὅτι εἱ̃ς ἐξ ὑμω̃ν παραδώσει με ὁ ἐσθίων μετ' ἐμου̃
19 ἤρξαντο λυπει̃σθαι καὶ λέγειν αὐτω̨̃ εἱ̃ς κατὰ εἱ̃ς μήτι ἐγώ
20 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς εἱ̃ς τω̃ν δώδεκα ὁ ἐμβαπτόμενος μετ' ἐμου̃ εἰς τò τρύβλιον
21 ὅτι ὁ μὲν υἱòς του̃ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτου̃ οὐαὶ δὲ τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ δι' οὑ̃ ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται καλòν αὐτω̨̃ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκει̃νος
22 καὶ ἐσθιόντων αὐτω̃ν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοι̃ς καὶ εἰ̃πεν λάβετε του̃τό ἐστιν τò σω̃μά μου
23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοι̃ς καὶ ἔπιον ἐξ αὐτου̃ πάντες
24 καὶ εἰ̃πεν αὐτοι̃ς του̃τό ἐστιν τò αἱ̃μά μου τη̃ς διαθήκης τò ἐκχυννόμενον ὑπὲρ πολλω̃ν
25 ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ του̃ γενήματος τη̃ς ἀμπέλου ἕως τη̃ς ἡμέρας ἐκείνης ὅταν αὐτò πίνω καινòν ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃
26 καὶ ὑμνήσαντες ἐξη̃λθον εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν
27 καὶ λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς ὅτι πάντες σκανδαλισθήσεσθε ὅτι γέγραπται πατάξω τòν ποιμένα καὶ τὰ πρόβατα διασκορπισθήσονται
28 ἀλλὰ μετὰ τò ἐγερθη̃ναί με προάξω ὑμα̃ς εἰς τὴν Γαλιλαίαν
29 ὁ δὲ Πέτρος ἔφη αὐτω̨̃ εἰ καὶ πάντες σκανδαλισθήσονται ἀλλ' οὐκ ἐγώ
30 καὶ λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτη̨ τη̨̃ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνη̃σαι τρίς με ἀπαρνήση̨
31 ὁ δὲ ἐκπερισσω̃ς ἐλάλει ἐὰν δέη̨ με συναποθανει̃ν σοι οὐ μή σε ἀπαρνήσομαι ὡσαύτως δὲ καὶ πάντες ἔλεγον
32 καὶ ἔρχονται εἰς χωρίον οὑ̃ τò ὄνομα Γεθσημανί καὶ λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ καθίσατε ὡ̃δε ἕως προσεύξωμαι
33 καὶ παραλαμβάνει τòν Πέτρον καὶ τòν ’Ιάκωβον καὶ τòν ’Ιωάννην μετ' αὐτου̃ καὶ ἤρξατο ἐκθαμβει̃σθαι καὶ ἀδημονει̃ν
34 καὶ λέγει αὐτοι̃ς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὡ̃δε καὶ γρηγορει̃τε
35 καὶ προελθὼν μικρòν ἔπιπτεν ἐπὶ τη̃ς γη̃ς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθη̨ ἀπ' αὐτου̃ ἡ ὥρα
36 καὶ ἔλεγεν αββα ὁ πατήρ πάντα δυνατά σοι παρένεγκε τò ποτήριον του̃το ἀπ' ἐμου̃ ἀλλ' οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τω̨̃ Πέτρω̨ Σίμων καθεύδεις οὐκ ἴσχυσας μίαν ὥραν γρηγορη̃σαι
38 γρηγορει̃τε καὶ προσεύχεσθε ἵνα μὴ ἔλθητε εἰς πειρασμόν τò μὲν πνευ̃μα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τòν αὐτòν λόγον εἰπών
40 καὶ πάλιν ἐλθὼν εὑ̃ρεν αὐτοὺς καθεύδοντας ἠ̃σαν γὰρ αὐτω̃ν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι καὶ οὐκ ἤ̨δεισαν τί ἀποκριθω̃σιν αὐτω̨̃
41 καὶ ἔρχεται τò τρίτον καὶ λέγει αὐτοι̃ς καθεύδετε τò λοιπòν καὶ ἀναπαύεσθε ἀπέχει ἠ̃λθεν ἡ ὥρα ἰδοὺ παραδίδοται ὁ υἱòς του̃ ἀνθρώπου εἰς τὰς χει̃ρας τω̃ν ἁμαρτωλω̃ν
42 ἐγείρεσθε ἄγωμεν ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν
43 καὶ εὐθὺς ἔτι αὐτου̃ λαλου̃ντος παραγίνεται ’Ιούδας εἱ̃ς τω̃ν δώδεκα καὶ μετ' αὐτου̃ ὄχλος μετὰ μαχαιρω̃ν καὶ ξύλων παρὰ τω̃ν ἀρχιερέων καὶ τω̃ν γραμματέων καὶ τω̃ν πρεσβυτέρων
44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτòν σύσσημον αὐτοι̃ς λέγων ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτòν καὶ ἀπάγετε ἀσφαλω̃ς
45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτω̨̃ λέγει ῥαββί καὶ κατεφίλησεν αὐτόν
46 οἱ δὲ ἐπέβαλον τὰς χει̃ρας αὐτω̨̃ καὶ ἐκράτησαν αὐτόν
47 εἱ̃ς δέ τις τω̃ν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τòν δου̃λον του̃ ἀρχιερέως καὶ ἀφει̃λεν αὐτου̃ τò ὠτάριον
48 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ὡς ἐπὶ λη̨στὴν ἐξήλθατε μετὰ μαχαιρω̃ν καὶ ξύλων συλλαβει̃ν με
49 καθ' ἡμέραν ἤμην πρòς ὑμα̃ς ἐν τω̨̃ ἱερω̨̃ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με ἀλλ' ἵνα πληρωθω̃σιν αἱ γραφαί
50 καὶ ἀφέντες αὐτòν ἔφυγον πάντες
51 καὶ νεανίσκος τις συνηκολούθει αὐτω̨̃ περιβεβλημένος σινδόνα ἐπὶ γυμνου̃ καὶ κρατου̃σιν αὐτόν
52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνòς ἔφυγεν
53 καὶ ἀπήγαγον τòν ’Ιησου̃ν πρòς τòν ἀρχιερέα καὶ συνέρχονται πάντες οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματει̃ς
54 καὶ ὁ Πέτρος ἀπò μακρόθεν ἠκολούθησεν αὐτω̨̃ ἕως ἔσω εἰς τὴν αὐλὴν του̃ ἀρχιερέως καὶ ἠ̃ν συγκαθήμενος μετὰ τω̃ν ὑπηρετω̃ν καὶ θερμαινόμενος πρòς τò φω̃ς
55 οἱ δὲ ἀρχιερει̃ς καὶ ὅλον τò συνέδριον ἐζήτουν κατὰ του̃ ’Ιησου̃ μαρτυρίαν εἰς τò θανατω̃σαι αὐτόν καὶ οὐχ ηὕρισκον
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ' αὐτου̃ καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἠ̃σαν
57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ' αὐτου̃ λέγοντες
58 ὅτι ἡμει̃ς ἠκούσαμεν αὐτου̃ λέγοντος ὅτι ἐγὼ καταλύσω τòν ναòν του̃τον τòν χειροποίητον καὶ διὰ τριω̃ν ἡμερω̃ν ἄλλον ἀχειροποίητον οἰκοδομήσω
59 καὶ οὐδὲ οὕτως ἴση ἠ̃ν ἡ μαρτυρία αὐτω̃ν
60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τòν ’Ιησου̃ν λέγων οὐκ ἀποκρίνη̨ οὐδέν τί οὑ̃τοί σου καταμαρτυρου̃σιν
61 ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτòν καὶ λέγει αὐτω̨̃ σὺ εἰ̃ ὁ Χριστòς ὁ υἱòς του̃ εὐλογητου̃
62 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν ἐγώ εἰμι καὶ ὄψεσθε τòν υἱòν του̃ ἀνθρώπου ἐκ δεξιω̃ν καθήμενον τη̃ς δυνάμεως καὶ ἐρχόμενον μετὰ τω̃ν νεφελω̃ν του̃ οὐρανου̃
63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτω̃νας αὐτου̃ λέγει τί ἔτι χρείαν ἔχομεν μαρτύρων
64 ἠκούσατε τη̃ς βλασφημίας τί ὑμι̃ν φαίνεται οἱ δὲ πάντες κατέκριναν αὐτòν ἔνοχον εἰ̃ναι θανάτου
65 καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτω̨̃ καὶ περικαλύπτειν αὐτου̃ τò πρόσωπον καὶ κολαφίζειν αὐτòν καὶ λέγειν αὐτω̨̃ προφήτευσον καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτòν ἔλαβον
66 καὶ ὄντος του̃ Πέτρου κάτω ἐν τη̨̃ αὐλη̨̃ ἔρχεται μία τω̃ν παιδισκω̃ν του̃ ἀρχιερέως
67 καὶ ἰδου̃σα τòν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτω̨̃ λέγει καὶ σὺ μετὰ του̃ Ναζαρηνου̃ ἠ̃σθα του̃ ’Ιησου̃
68 ὁ δὲ ἠρνήσατο λέγων οὔτε οἰ̃δα οὔτε ἐπίσταμαι σὺ τί λέγεις καὶ ἐξη̃λθεν ἔξω εἰς τò προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν
69 καὶ ἡ παιδίσκη ἰδου̃σα αὐτòν ἤρξατο πάλιν λέγειν τοι̃ς παρεστω̃σιν ὅτι οὑ̃τος ἐξ αὐτω̃ν ἐστιν
70 ὁ δὲ πάλιν ἠρνει̃το καὶ μετὰ μικρòν πάλιν οἱ παρεστω̃τες ἔλεγον τω̨̃ Πέτρω̨ ἀληθω̃ς ἐξ αὐτω̃ν εἰ̃ καὶ γὰρ Γαλιλαι̃ος εἰ̃
71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἰ̃δα τòν ἄνθρωπον του̃τον ὃν λέγετε
72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν καὶ ἀνεμνήσθη ὁ Πέτρος τò ῥη̃μα ὡς εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅτι πρὶν ἀλέκτορα φωνη̃σαι δὶς τρίς με ἀπαρνήση̨ καὶ ἐπιβαλὼν ἔκλαιεν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.