Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 15

καὶ εὐθὺς πρωΐ συμβούλιον ποιήσαντες οἱ ἀρχιερει̃ς μετὰ τω̃ν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τò συνέδριον δήσαντες τòν ’Ιησου̃ν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτω̨
καὶ ἐπηρώτησεν αὐτòν ὁ Πιλα̃τος σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων ὁ δὲ ἀποκριθεὶς αὐτω̨̃ λέγει σὺ λέγεις
καὶ κατηγόρουν αὐτου̃ οἱ ἀρχιερει̃ς πολλά
ὁ δὲ Πιλα̃τος πάλιν ἐπηρώτα αὐτòν λέγων οὐκ ἀποκρίνη̨ οὐδέν ἴδε πόσα σου κατηγορου̃σιν
ὁ δὲ ’Ιησου̃ς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τòν Πιλα̃τον
κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοι̃ς ἕνα δέσμιον ὃν παρη̨του̃ντο
ἠ̃ν δὲ ὁ λεγόμενος Βαραββα̃ς μετὰ τω̃ν στασιαστω̃ν δεδεμένος οἵτινες ἐν τη̨̃ στάσει φόνον πεποιήκεισαν
καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτει̃σθαι καθὼς ἐποίει αὐτοι̃ς
ὁ δὲ Πιλα̃τος ἀπεκρίθη αὐτοι̃ς λέγων θέλετε ἀπολύσω ὑμι̃ν τòν βασιλέα τω̃ν ’Ιουδαίων
10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτòν οἱ ἀρχιερει̃ς
11 οἱ δὲ ἀρχιερει̃ς ἀνέσεισαν τòν ὄχλον ἵνα μα̃λλον τòν Βαραββα̃ν ἀπολύση̨ αὐτοι̃ς
12 ὁ δὲ Πιλα̃τος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοι̃ς τί οὐ̃ν θέλετε ποιήσω ὃν λέγετε τòν βασιλέα τω̃ν ’Ιουδαίων
13 οἱ δὲ πάλιν ἔκραξαν σταύρωσον αὐτόν
14 ὁ δὲ Πιλα̃τος ἔλεγεν αὐτοι̃ς τί γὰρ ἐποίησεν κακόν οἱ δὲ περισσω̃ς ἔκραξαν σταύρωσον αὐτόν
15 ὁ δὲ Πιλα̃τος βουλόμενος τω̨̃ ὄχλω̨ τò ἱκανòν ποιη̃σαι ἀπέλυσεν αὐτοι̃ς τòν Βαραββα̃ν καὶ παρέδωκεν τòν ’Ιησου̃ν φραγελλώσας ἵνα σταυρωθη̨̃
16 οἱ δὲ στρατιω̃ται ἀπήγαγον αὐτòν ἔσω τη̃ς αὐλη̃ς ὅ ἐστιν πραιτώριον καὶ συγκαλου̃σιν ὅλην τὴν σπει̃ραν
17 καὶ ἐνδιδύσκουσιν αὐτòν πορφύραν καὶ περιτιθέασιν αὐτω̨̃ πλέξαντες ἀκάνθινον στέφανον
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν χαι̃ρε βασιλευ̃ τω̃ν ’Ιουδαίων
19 καὶ ἔτυπτον αὐτου̃ τὴν κεφαλὴν καλάμω̨ καὶ ἐνέπτυον αὐτω̨̃ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτω̨̃
20 καὶ ὅτε ἐνέπαιξαν αὐτω̨̃ ἐξέδυσαν αὐτòν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτòν τὰ ἱμάτια αὐτου̃ καὶ ἐξάγουσιν αὐτòν ἵνα σταυρώσωσιν αὐτόν
21 καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα κυρηναι̃ον ἐρχόμενον ἀπ' ἀγρου̃ τòν πατέρα ’Αλεξάνδρου καὶ ‘Ρούφου ἵνα ἄρη̨ τòν σταυρòν αὐτου̃
22 καὶ φέρουσιν αὐτòν ἐπὶ τòν Γολγοθα̃ν τόπον ὅ ἐστιν μεθερμηνευόμενον κρανίου τόπος
23 καὶ ἐδίδουν αὐτω̨̃ ἐσμυρνισμένον οἰ̃νον ὃς δὲ οὐκ ἔλαβεν
24 καὶ σταυρου̃σιν αὐτòν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτου̃ βάλλοντες κλη̃ρον ἐπ' αὐτὰ τίς τί ἄρη̨
25 ἠ̃ν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν
26 καὶ ἠ̃ν ἡ ἐπιγραφὴ τη̃ς αἰτίας αὐτου̃ ἐπιγεγραμμένη ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων
27 καὶ σὺν αὐτω̨̃ σταυρου̃σιν δύο λη̨στάς ἕνα ἐκ δεξιω̃ν καὶ ἕνα ἐξ εὐωνύμων αὐτου̃
28 ...
29 καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτòν κινου̃ντες τὰς κεφαλὰς αὐτω̃ν καὶ λέγοντες οὐὰ ὁ καταλύων τòν ναòν καὶ οἰκοδομω̃ν ἐν τρισὶν ἡμέραις
30 σω̃σον σεαυτòν καταβὰς ἀπò του̃ σταυρου̃
31 ὁμοίως καὶ οἱ ἀρχιερει̃ς ἐμπαίζοντες πρòς ἀλλήλους μετὰ τω̃ν γραμματέων ἔλεγον ἄλλους ἔσωσεν ἑαυτòν οὐ δύναται σω̃σαι
32 ὁ Χριστòς ὁ βασιλεὺς ’Ισραὴλ καταβάτω νυ̃ν ἀπò του̃ σταυρου̃ ἵνα ἴδωμεν καὶ πιστεύσωμεν καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτω̨̃ ὠνείδιζον αὐτόν
33 καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ' ὅλην τὴν γη̃ν ἕως ὥρας ἐνάτης
34 καὶ τη̨̃ ἐνάτη̨ ὥρα̨ ἐβόησεν ὁ ’Ιησου̃ς φωνη̨̃ μεγάλη̨ ελωι ελωι λεμα σαβαχθανι ὅ ἐστιν μεθερμηνευόμενον ὁ θεός μου ὁ θεός μου εἰς τί ἐγκατέλιπές με
35 καί τινες τω̃ν παρεστηκότων ἀκούσαντες ἔλεγον ἴδε ’Ηλίαν φωνει̃
36 δραμὼν δέ τις καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμω̨ ἐπότιζεν αὐτόν λέγων ἄφετε ἴδωμεν εἰ ἔρχεται ’Ηλίας καθελει̃ν αὐτόν
37 ὁ δὲ ’Ιησου̃ς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν
38 καὶ τò καταπέτασμα του̃ ναου̃ ἐσχίσθη εἰς δύο ἀπ' ἄνωθεν ἕως κάτω
39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτου̃ ὅτι οὕτως ἐξέπνευσεν εἰ̃πεν ἀληθω̃ς οὑ̃τος ὁ ἄνθρωπος υἱòς θεου̃ ἠ̃ν
40 ἠ̃σαν δὲ καὶ γυναι̃κες ἀπò μακρόθεν θεωρου̃σαι ἐν αἱ̃ς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ ’Ιακώβου του̃ μικρου̃ καὶ ’Ιωση̃τος μήτηρ καὶ Σαλώμη
41 αἳ ὅτε ἠ̃ν ἐν τη̨̃ Γαλιλαία̨ ἠκολούθουν αὐτω̨̃ καὶ διηκόνουν αὐτω̨̃ καὶ ἄλλαι πολλαὶ αἱ συναναβα̃σαι αὐτω̨̃ εἰς ‘Ιεροσόλυμα
42 καὶ ἤδη ὀψίας γενομένης ἐπεὶ ἠ̃ν παρασκευή ὅ ἐστιν προσάββατον
43 ἐλθὼν ’Ιωσὴφ ὁ ἀπò ‘Αριμαθαίας εὐσχήμων βουλευτής ὃς καὶ αὐτòς ἠ̃ν προσδεχόμενος τὴν βασιλείαν του̃ θεου̃ τολμήσας εἰση̃λθεν πρòς τòν Πιλα̃τον καὶ ἠ̨τήσατο τò σω̃μα του̃ ’Ιησου̃
44 ὁ δὲ Πιλα̃τος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προσκαλεσάμενος τòν κεντυρίωνα ἐπηρώτησεν αὐτòν εἰ πάλαι ἀπέθανεν
45 καὶ γνοὺς ἀπò του̃ κεντυρίωνος ἐδωρήσατο τò πτω̃μα τω̨̃ ’Ιωσήφ
46 καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτòν ἐνείλησεν τη̨̃ σινδόνι καὶ ἔθηκεν αὐτòν ἐν μνημείω̨ ὃ ἠ̃ν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν του̃ μνημείου
47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ ’Ιωση̃τος ἐθεώρουν που̃ τέθειται
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.