ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 14,
στἰχοι 32-42
32 καὶ ἔρχονται εἰς χωρίον οὑ̃ τò ὄνομα Γεθσημανί καὶ λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ καθίσατε ὡ̃δε ἕως προσεύξωμαι |
33 καὶ παραλαμβάνει τòν Πέτρον καὶ τòν ’Ιάκωβον καὶ τòν ’Ιωάννην μετ' αὐτου̃ καὶ ἤρξατο ἐκθαμβει̃σθαι καὶ ἀδημονει̃ν |
34 καὶ λέγει αὐτοι̃ς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὡ̃δε καὶ γρηγορει̃τε |
35 καὶ προελθὼν μικρòν ἔπιπτεν ἐπὶ τη̃ς γη̃ς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθη̨ ἀπ' αὐτου̃ ἡ ὥρα |
36 καὶ ἔλεγεν αββα ὁ πατήρ πάντα δυνατά σοι παρένεγκε τò ποτήριον του̃το ἀπ' ἐμου̃ ἀλλ' οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ |
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τω̨̃ Πέτρω̨ Σίμων καθεύδεις οὐκ ἴσχυσας μίαν ὥραν γρηγορη̃σαι |
38 γρηγορει̃τε καὶ προσεύχεσθε ἵνα μὴ ἔλθητε εἰς πειρασμόν τò μὲν πνευ̃μα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής |
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τòν αὐτòν λόγον εἰπών |
40 καὶ πάλιν ἐλθὼν εὑ̃ρεν αὐτοὺς καθεύδοντας ἠ̃σαν γὰρ αὐτω̃ν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι καὶ οὐκ ἤ̨δεισαν τί ἀποκριθω̃σιν αὐτω̨̃ |
41 καὶ ἔρχεται τò τρίτον καὶ λέγει αὐτοι̃ς καθεύδετε τò λοιπòν καὶ ἀναπαύεσθε ἀπέχει ἠ̃λθεν ἡ ὥρα ἰδοὺ παραδίδοται ὁ υἱòς του̃ ἀνθρώπου εἰς τὰς χει̃ρας τω̃ν ἁμαρτωλω̃ν |
42 ἐγείρεσθε ἄγωμεν ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.