ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 16,
στἰχοι 9-20
9 ἀναστὰς δὲ πρωΐ πρώτη̨ σαββάτου ἐφάνη πρω̃τον Μαρία̨ τη̨̃ Μαγδαληνη̨̃ παρ' ἡ̃ς ἐκβεβλήκει ἑπτὰ δαιμόνια |
10 ἐκείνη πορευθει̃σα ἀπήγγειλεν τοι̃ς μετ' αὐτου̃ γενομένοις πενθου̃σι καὶ κλαίουσιν |
11 κἀκει̃νοι ἀκούσαντες ὅτι ζη̨̃ καὶ ἐθεάθη ὑπ' αὐτη̃ς ἠπίστησαν |
12 μετὰ δὲ ταυ̃τα δυσὶν ἐξ αὐτω̃ν περιπατου̃σιν ἐφανερώθη ἐν ἑτέρα̨ μορφη̨̃ πορευομένοις εἰς ἀγρόν |
13 κἀκει̃νοι ἀπελθόντες ἀπήγγειλαν τοι̃ς λοιποι̃ς οὐδὲ ἐκείνοις ἐπίστευσαν |
14 ὕστερον δὲ ἀνακειμένοις αὐτοι̃ς τοι̃ς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτω̃ν καὶ σκληροκαρδίαν ὅτι τοι̃ς θεασαμένοις αὐτòν ἐγηγερμένον οὐκ ἐπίστευσαν |
15 καὶ εἰ̃πεν αὐτοι̃ς πορευθέντες εἰς τòν κόσμον ἅπαντα κηρύξατε τò εὐαγγέλιον πάση̨ τη̨̃ κτίσει |
16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται ὁ δὲ ἀπιστήσας κατακριθήσεται |
17 σημει̃α δὲ τοι̃ς πιστεύσασιν ταυ̃τα παρακολουθήσει ἐν τω̨̃ ὀνόματί μου δαιμόνια ἐκβαλου̃σιν γλώσσαις λαλήσουσιν καιναι̃ς |
18 καὶ ἐν ται̃ς χερσὶν ὄφεις ἀρου̃σιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψη̨ ἐπὶ ἀρρώστους χει̃ρας ἐπιθήσουσιν καὶ καλω̃ς ἕξουσιν |
19 ὁ μὲν οὐ̃ν κύριος ’Ιησου̃ς μετὰ τò λαλη̃σαι αὐτοι̃ς ἀνελήμφθη εἰς τòν οὐρανòν καὶ ἐκάθισεν ἐκ δεξιω̃ν του̃ θεου̃ |
20 ἐκει̃νοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχου̃ του̃ κυρίου συνεργου̃ντος καὶ τòν λόγον βεβαιου̃ντος διὰ τω̃ν ἐπακολουθούντων σημείων |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.