ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 5,
στἰχοι 1-20
1 καὶ ἠ̃λθον εἰς τò πέραν τη̃ς θαλάσσης εἰς τὴν χώραν τω̃ν Γερασηνω̃ν |
2 καὶ ἐξελθόντος αὐτου̃ ἐκ του̃ πλοίου εὐθὺς ὑπήντησεν αὐτω̨̃ ἐκ τω̃ν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτω̨ |
3 ὃς τὴν κατοίκησιν εἰ̃χεν ἐν τοι̃ς μνήμασιν καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτòν δη̃σαι |
4 διὰ τò αὐτòν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ' αὐτου̃ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρι̃φθαι καὶ οὐδεὶς ἴσχυεν αὐτòν δαμάσαι |
5 καὶ διὰ παντòς νυκτòς καὶ ἡμέρας ἐν τοι̃ς μνήμασιν καὶ ἐν τοι̃ς ὄρεσιν ἠ̃ν κράζων καὶ κατακόπτων ἑαυτòν λίθοις |
6 καὶ ἰδὼν τòν ’Ιησου̃ν ἀπò μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτω̨̃ |
7 καὶ κράξας φωνη̨̃ μεγάλη̨ λέγει τί ἐμοὶ καὶ σοί ’Ιησου̃ υἱὲ του̃ θεου̃ του̃ ὑψίστου ὁρκίζω σε τòν θεόν μή με βασανίση̨ς |
8 ἔλεγεν γὰρ αὐτω̨̃ ἔξελθε τò πνευ̃μα τò ἀκάθαρτον ἐκ του̃ ἀνθρώπου |
9 καὶ ἐπηρώτα αὐτόν τί ὄνομά σοι καὶ λέγει αὐτω̨̃ λεγιὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν |
10 καὶ παρεκάλει αὐτòν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλη̨ ἔξω τη̃ς χώρας |
11 ἠ̃ν δὲ ἐκει̃ πρòς τω̨̃ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη |
12 καὶ παρεκάλεσαν αὐτòν λέγοντες πέμψον ἡμα̃ς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν |
13 καὶ ἐπέτρεψεν αὐτοι̃ς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰση̃λθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ του̃ κρημνου̃ εἰς τὴν θάλασσαν ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τη̨̃ θαλάσση̨ |
14 καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς καὶ ἠ̃λθον ἰδει̃ν τί ἐστιν τò γεγονός |
15 καὶ ἔρχονται πρòς τòν ’Ιησου̃ν καὶ θεωρου̃σιν τòν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονου̃ντα τòν ἐσχηκότα τòν λεγιω̃να καὶ ἐφοβήθησαν |
16 καὶ διηγήσαντο αὐτοι̃ς οἱ ἰδόντες πω̃ς ἐγένετο τω̨̃ δαιμονιζομένω̨ καὶ περὶ τω̃ν χοίρων |
17 καὶ ἤρξαντο παρακαλει̃ν αὐτòν ἀπελθει̃ν ἀπò τω̃ν ὁρίων αὐτω̃ν |
18 καὶ ἐμβαίνοντος αὐτου̃ εἰς τò πλοι̃ον παρεκάλει αὐτòν ὁ δαιμονισθεὶς ἵνα μετ' αὐτου̃ ἠ̨̃ |
19 καὶ οὐκ ἀφη̃κεν αὐτόν ἀλλὰ λέγει αὐτω̨̃ ὕπαγε εἰς τòν οἰ̃κόν σου πρòς τοὺς σούς καὶ ἀπάγγειλον αὐτοι̃ς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε |
20 καὶ ἀπη̃λθεν καὶ ἤρξατο κηρύσσειν ἐν τη̨̃ Δεκαπόλει ὅσα ἐποίησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ πάντες ἐθαύμαζον |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.