ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 6,
στἰχοι 21-29
21 καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε ‘Ηρώ̨δης τοι̃ς γενεσίοις αὐτου̃ δει̃πνον ἐποίησεν τοι̃ς μεγιστα̃σιν αὐτου̃ καὶ τοι̃ς χιλιάρχοις καὶ τοι̃ς πρώτοις τη̃ς Γαλιλαίας |
22 καὶ εἰσελθούσης τη̃ς θυγατρòς αὐτου̃ ‘Ηρω̨διάδος καὶ ὀρχησαμένης ἤρεσεν τω̨̃ ‘Ηρώ̨δη̨ καὶ τοι̃ς συνανακειμένοις εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ κορασίω̨ αἴτησόν με ὃ ἐὰν θέλη̨ς καὶ δώσω σοι |
23 καὶ ὤμοσεν αὐτη̨̃ πολλά ὅ τι ἐάν με αἰτήση̨ς δώσω σοι ἕως ἡμίσους τη̃ς βασιλείας μου |
24 καὶ ἐξελθου̃σα εἰ̃πεν τη̨̃ μητρὶ αὐτη̃ς τί αἰτήσωμαι ἡ δὲ εἰ̃πεν τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτίζοντος |
25 καὶ εἰσελθου̃σα εὐθὺς μετὰ σπουδη̃ς πρòς τòν βασιλέα ἠ̨τήσατο λέγουσα θέλω ἵνα ἐξαυτη̃ς δω̨̃ς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτιστου̃ |
26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετη̃σαι αὐτήν |
27 καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτου̃ καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτòν ἐν τη̨̃ φυλακη̨̃ |
28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτου̃ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τω̨̃ κορασίω̨ καὶ τò κοράσιον ἔδωκεν αὐτὴν τη̨̃ μητρὶ αὐτη̃ς |
29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτου̃ ἠ̃λθον καὶ ἠ̃ραν τò πτω̃μα αὐτου̃ καὶ ἔθηκαν αὐτò ἐν μνημείω̨ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.