1 καὶ συνάγονται πρòς αὐτòν οἱ Φαρισαι̃οι καί τινες τω̃ν γραμματέων ἐλθόντες ἀπò ‘Ιεροσολύμων |
2 καὶ ἰδόντες τινὰς τω̃ν μαθητω̃ν αὐτου̃ ὅτι κοιναι̃ς χερσίν του̃τ' ἔστιν ἀνίπτοις ἐσθίουσιν τοὺς ἄρτους |
3 οἱ γὰρ Φαρισαι̃οι καὶ πάντες οἱ ’Ιουδαι̃οι ἐὰν μὴ πυγμη̨̃ νίψωνται τὰς χει̃ρας οὐκ ἐσθίουσιν κρατου̃ντες τὴν παράδοσιν τω̃ν πρεσβυτέρων |
4 καὶ ἀπ' ἀγορα̃ς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατει̃ν βαπτισμοὺς ποτηρίων καὶ ξεστω̃ν καὶ χαλκίων καὶ κλινω̃ν |
5 καὶ ἐπερωτω̃σιν αὐτòν οἱ Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς διὰ τί οὐ περιπατου̃σιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τω̃ν πρεσβυτέρων ἀλλὰ κοιναι̃ς χερσὶν ἐσθίουσιν τòν ἄρτον |
6 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς καλω̃ς ἐπροφήτευσεν ’Ησαΐας περὶ ὑμω̃ν τω̃ν ὑποκριτω̃ν ὡς γέγραπται ὅτι οὑ̃τος ὁ λαòς τοι̃ς χείλεσίν με τιμα̨̃ ἡ δὲ καρδία αὐτω̃ν πόρρω ἀπέχει ἀπ' ἐμου̃ |
7 μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων |
8 ἀφέντες τὴν ἐντολὴν του̃ θεου̃ κρατει̃τε τὴν παράδοσιν τω̃ν ἀνθρώπων |
9 καὶ ἔλεγεν αὐτοι̃ς καλω̃ς ἀθετει̃τε τὴν ἐντολὴν του̃ θεου̃ ἵνα τὴν παράδοσιν ὑμω̃ν στήσητε |
10 Μωϋση̃ς γὰρ εἰ̃πεν τίμα τòν πατέρα σου καὶ τὴν μητέρα σου καί ὁ κακολογω̃ν πατέρα ἢ μητέρα θανάτω̨ τελευτάτω |
11 ὑμει̃ς δὲ λέγετε ἐὰν εἴπη̨ ἄνθρωπος τω̨̃ πατρὶ ἢ τη̨̃ μητρί Κορβα̃ν ὅ ἐστιν δω̃ρον ὃ ἐὰν ἐξ ἐμου̃ ὠφεληθη̨̃ς |
12 οὐκέτι ἀφίετε αὐτòν οὐδὲν ποιη̃σαι τω̨̃ πατρὶ ἢ τη̨̃ μητρί |
13 ἀκυρου̃ντες τòν λόγον του̃ θεου̃ τη̨̃ παραδόσει ὑμω̃ν ἡ̨̃ παρεδώκατε καὶ παρόμοια τοιαυ̃τα πολλὰ ποιει̃τε |
14 καὶ προσκαλεσάμενος πάλιν τòν ὄχλον ἔλεγεν αὐτοι̃ς ἀκούσατέ μου πάντες καὶ σύνετε |
15 οὐδέν ἐστιν ἔξωθεν του̃ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτòν ὃ δύναται κοινω̃σαι αὐτόν ἀλλὰ τὰ ἐκ του̃ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινου̃ντα τòν ἄνθρωπον |
16 εἴ τις ἔχει ὠ̃τα ἀκούειν ἀκουέτω) |
17 καὶ ὅτε εἰση̃λθεν εἰς οἰ̃κον ἀπò του̃ ὄχλου ἐπηρώτων αὐτòν οἱ μαθηταὶ αὐτου̃ τὴν παραβολήν |
18 καὶ λέγει αὐτοι̃ς οὕτως καὶ ὑμει̃ς ἀσύνετοί ἐστε οὐ νοει̃τε ὅτι πα̃ν τò ἔξωθεν εἰσπορευόμενον εἰς τòν ἄνθρωπον οὐ δύναται αὐτòν κοινω̃σαι |
19 ὅτι οὐκ εἰσπορεύεται αὐτου̃ εἰς τὴν καρδίαν ἀλλ' εἰς τὴν κοιλίαν καὶ εἰς τòν ἀφεδρω̃να ἐκπορεύεται καθαρίζων πάντα τὰ βρώματα |
20 ἔλεγεν δὲ ὅτι τò ἐκ του̃ ἀνθρώπου ἐκπορευόμενον ἐκει̃νο κοινοι̃ τòν ἄνθρωπον |
21 ἔσωθεν γὰρ ἐκ τη̃ς καρδίας τω̃ν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται πορνει̃αι κλοπαί φόνοι |
22 μοιχει̃αι πλεονεξίαι πονηρίαι δόλος ἀσέλγεια ὀφθαλμòς πονηρός βλασφημία ὑπερηφανία ἀφροσύνη |
23 πάντα ταυ̃τα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοι̃ τòν ἄνθρωπον |
24 ἐκει̃θεν δὲ ἀναστὰς ἀπη̃λθεν εἰς τὰ ὅρια τύρου καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνω̃ναι καὶ οὐκ ἠδυνήθη λαθει̃ν |
25 ἀλλ' εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτου̃ ἡ̃ς εἰ̃χεν τò θυγάτριον αὐτη̃ς πνευ̃μα ἀκάθαρτον ἐλθου̃σα προσέπεσεν πρòς τοὺς πόδας αὐτου̃ |
26 ἡ δὲ γυνὴ ἠ̃ν ‘Ελληνίς Συροφοινίκισσα τω̨̃ γένει καὶ ἠρώτα αὐτòν ἵνα τò δαιμόνιον ἐκβάλη̨ ἐκ τη̃ς θυγατρòς αὐτη̃ς |
27 καὶ ἔλεγεν αὐτη̨̃ ἄφες πρω̃τον χορτασθη̃ναι τὰ τέκνα οὐ γάρ ἐστιν καλòν λαβει̃ν τòν ἄρτον τω̃ν τέκνων καὶ τοι̃ς κυναρίοις βαλει̃ν |
28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτω̨̃ κύριε καὶ τὰ κυνάρια ὑποκάτω τη̃ς τραπέζης ἐσθίουσιν ἀπò τω̃ν ψιχίων τω̃ν παιδίων |
29 καὶ εἰ̃πεν αὐτη̨̃ διὰ του̃τον τòν λόγον ὕπαγε ἐξελήλυθεν ἐκ τη̃ς θυγατρός σου τò δαιμόνιον |
30 καὶ ἀπελθου̃σα εἰς τòν οἰ̃κον αὐτη̃ς εὑ̃ρεν τò παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τò δαιμόνιον ἐξεληλυθός |
31 καὶ πάλιν ἐξελθὼν ἐκ τω̃ν ὁρίων Τύρου ἠ̃λθεν διὰ Σιδω̃νος εἰς τὴν θάλασσαν τη̃ς Γαλιλαίας ἀνὰ μέσον τω̃ν ὁρίων Δεκαπόλεως |
32 καὶ φέρουσιν αὐτω̨̃ κωφòν καὶ μογιλάλον καὶ παρακαλου̃σιν αὐτòν ἵνα ἐπιθη̨̃ αὐτω̨̃ τὴν χει̃ρα |
33 καὶ ἀπολαβόμενος αὐτòν ἀπò του̃ ὄχλου κατ' ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτου̃ εἰς τὰ ὠ̃τα αὐτου̃ καὶ πτύσας ἥψατο τη̃ς γλώσσης αὐτου̃ |
34 καὶ ἀναβλέψας εἰς τòν οὐρανòν ἐστέναξεν καὶ λέγει αὐτω̨̃ εφφαθα ὅ ἐστιν διανοίχθητι |
35 καὶ εὐθέως ἠνοίγησαν αὐτου̃ αἱ ἀκοαί καὶ ἐλύθη ὁ δεσμòς τη̃ς γλώσσης αὐτου̃ καὶ ἐλάλει ὀρθω̃ς |
36 καὶ διεστείλατο αὐτοι̃ς ἵνα μηδενὶ λέγωσιν ὅσον δὲ αὐτοι̃ς διεστέλλετο αὐτοὶ μα̃λλον περισσότερον ἐκήρυσσον |
37 καὶ ὑπερπερισσω̃ς ἐξεπλήσσοντο λέγοντες καλω̃ς πάντα πεποίηκεν καὶ τοὺς κωφοὺς ποιει̃ ἀκούειν καὶ τοὺς ἀλάλους λαλει̃ν |