Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 7,  στἰχοι 1-8, 10

καὶ συνάγονται πρòς αὐτòν οἱ Φαρισαι̃οι καί τινες τω̃ν γραμματέων ἐλθόντες ἀπò ‘Ιεροσολύμων
καὶ ἰδόντες τινὰς τω̃ν μαθητω̃ν αὐτου̃ ὅτι κοιναι̃ς χερσίν του̃τ' ἔστιν ἀνίπτοις ἐσθίουσιν τοὺς ἄρτους
οἱ γὰρ Φαρισαι̃οι καὶ πάντες οἱ ’Ιουδαι̃οι ἐὰν μὴ πυγμη̨̃ νίψωνται τὰς χει̃ρας οὐκ ἐσθίουσιν κρατου̃ντες τὴν παράδοσιν τω̃ν πρεσβυτέρων
καὶ ἀπ' ἀγορα̃ς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατει̃ν βαπτισμοὺς ποτηρίων καὶ ξεστω̃ν καὶ χαλκίων καὶ κλινω̃ν
καὶ ἐπερωτω̃σιν αὐτòν οἱ Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς διὰ τί οὐ περιπατου̃σιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τω̃ν πρεσβυτέρων ἀλλὰ κοιναι̃ς χερσὶν ἐσθίουσιν τòν ἄρτον
ὁ δὲ εἰ̃πεν αὐτοι̃ς καλω̃ς ἐπροφήτευσεν ’Ησαΐας περὶ ὑμω̃ν τω̃ν ὑποκριτω̃ν ὡς γέγραπται ὅτι οὑ̃τος ὁ λαòς τοι̃ς χείλεσίν με τιμα̨̃ ἡ δὲ καρδία αὐτω̃ν πόρρω ἀπέχει ἀπ' ἐμου̃
μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων
ἀφέντες τὴν ἐντολὴν του̃ θεου̃ κρατει̃τε τὴν παράδοσιν τω̃ν ἀνθρώπων
...
10 Μωϋση̃ς γὰρ εἰ̃πεν τίμα τòν πατέρα σου καὶ τὴν μητέρα σου καί ὁ κακολογω̃ν πατέρα ἢ μητέρα θανάτω̨ τελευτάτω
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.