9 καὶ καταβαινόντων αὐτω̃ν ἐκ του̃ ὄρους διεστείλατο αὐτοι̃ς ἵνα μηδενὶ ἃ εἰ̃δον διηγήσωνται εἰ μὴ ὅταν ὁ υἱòς του̃ ἀνθρώπου ἐκ νεκρω̃ν ἀναστη̨̃ |
10 καὶ τòν λόγον ἐκράτησαν πρòς ἑαυτοὺς συζητου̃ντες τί ἐστιν τò ἐκ νεκρω̃ν ἀναστη̃ναι |
11 καὶ ἐπηρώτων αὐτòν λέγοντες ὅτι λέγουσιν οἱ γραμματει̃ς ὅτι ’Ηλίαν δει̃ ἐλθει̃ν πρω̃τον |
12 ὁ δὲ ἔφη αὐτοι̃ς ’Ηλίας μὲν ἐλθὼν πρω̃τον ἀποκαθιστάνει πάντα καὶ πω̃ς γέγραπται ἐπὶ τòν υἱòν του̃ ἀνθρώπου ἵνα πολλὰ πάθη̨ καὶ ἐξουδενηθη̨̃ |
13 ἀλλὰ λέγω ὑμι̃ν ὅτι καὶ ’Ηλίας ἐλήλυθεν καὶ ἐποίησαν αὐτω̨̃ ὅσα ἤθελον καθὼς γέγραπται ἐπ' αὐτόν |
14 καὶ ἐλθόντες πρòς τοὺς μαθητὰς εἰ̃δον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματει̃ς συζητου̃ντας πρòς αὐτούς |
15 καὶ εὐθὺς πα̃ς ὁ ὄχλος ἰδόντες αὐτòν ἐξεθαμβήθησαν καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν |
16 καὶ ἐπηρώτησεν αὐτούς τί συζητει̃τε πρòς αὐτούς |
17 καὶ ἀπεκρίθη αὐτω̨̃ εἱ̃ς ἐκ του̃ ὄχλου διδάσκαλε ἤνεγκα τòν υἱόν μου πρòς σέ ἔχοντα πνευ̃μα ἄλαλον |
18 καὶ ὅπου ἐὰν αὐτòν καταλάβη̨ ῥήσσει αὐτόν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται καὶ εἰ̃πα τοι̃ς μαθηται̃ς σου ἵνα αὐτò ἐκβάλωσιν καὶ οὐκ ἴσχυσαν |
19 ὁ δὲ ἀποκριθεὶς αὐτοι̃ς λέγει ὠ̃ γενεὰ ἄπιστος ἕως πότε πρòς ὑμα̃ς ἔσομαι ἕως πότε ἀνέξομαι ὑμω̃ν φέρετε αὐτòν πρός με |
20 καὶ ἤνεγκαν αὐτòν πρòς αὐτόν καὶ ἰδὼν αὐτòν τò πνευ̃μα εὐθὺς συνεσπάραξεν αὐτόν καὶ πεσὼν ἐπὶ τη̃ς γη̃ς ἐκυλίετο ἀφρίζων |
21 καὶ ἐπηρώτησεν τòν πατέρα αὐτου̃ πόσος χρόνος ἐστὶν ὡς του̃το γέγονεν αὐτω̨̃ ὁ δὲ εἰ̃πεν ἐκ παιδιόθεν |
22 καὶ πολλάκις καὶ εἰς πυ̃ρ αὐτòν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέση̨ αὐτόν ἀλλ' εἴ τι δύνη̨ βοήθησον ἡμι̃ν σπλαγχνισθεὶς ἐφ' ἡμα̃ς |
23 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ τò εἰ δύνη̨ πάντα δυνατὰ τω̨̃ πιστεύοντι |
24 εὐθὺς κράξας ὁ πατὴρ του̃ παιδίου ἔλεγεν πιστεύω βοήθει μου τη̨̃ ἀπιστία̨ |
25 ἰδὼν δὲ ὁ ’Ιησου̃ς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τω̨̃ πνεύματι τω̨̃ ἀκαθάρτω̨ λέγων αὐτω̨̃ τò ἄλαλον καὶ κωφòν πνευ̃μα ἐγὼ ἐπιτάσσω σοι ἔξελθε ἐξ αὐτου̃ καὶ μηκέτι εἰσέλθη̨ς εἰς αὐτόν |
26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξη̃λθεν καὶ ἐγένετο ὡσεὶ νεκρός ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν |
27 ὁ δὲ ’Ιησου̃ς κρατήσας τη̃ς χειρòς αὐτου̃ ἤγειρεν αὐτόν καὶ ἀνέστη |
28 καὶ εἰσελθόντος αὐτου̃ εἰς οἰ̃κον οἱ μαθηταὶ αὐτου̃ κατ' ἰδίαν ἐπηρώτων αὐτόν ὅτι ἡμει̃ς οὐκ ἠδυνήθημεν ἐκβαλει̃ν αὐτό |
29 καὶ εἰ̃πεν αὐτοι̃ς του̃το τò γένος ἐν οὐδενὶ δύναται ἐξελθει̃ν εἰ μὴ ἐν προσευχη̨̃ |
30 κἀκει̃θεν ἐξελθόντες παρεπορεύοντο διὰ τη̃ς Γαλιλαίας καὶ οὐκ ἤθελεν ἵνα τις γνοι̃ |
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτου̃ καὶ ἔλεγεν αὐτοι̃ς ὅτι ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται εἰς χει̃ρας ἀνθρώπων καὶ ἀποκτενου̃σιν αὐτόν καὶ ἀποκτανθεὶς μετὰ τρει̃ς ἡμέρας ἀναστήσεται |
32 οἱ δὲ ἠγνόουν τò ῥη̃μα καὶ ἐφοβου̃ντο αὐτòν ἐπερωτη̃σαι |