ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 10,
στἰχοι 11-15
11 εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε ἐξετάσατε τίς ἐν αὐτη̨̃ ἄξιός ἐστιν κἀκει̃ μείνατε ἕως ἂν ἐξέλθητε |
12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν |
13 καὶ ἐὰν μὲν ἠ̨̃ ἡ οἰκία ἀξία ἐλθάτω ἡ εἰρήνη ὑμω̃ν ἐπ' αὐτήν ἐὰν δὲ μὴ ἠ̨̃ ἀξία ἡ εἰρήνη ὑμω̃ν πρòς ὑμα̃ς ἐπιστραφήτω |
14 καὶ ὃς ἂν μὴ δέξηται ὑμα̃ς μηδὲ ἀκούση̨ τοὺς λόγους ὑμω̃ν ἐξερχόμενοι ἔξω τη̃ς οἰκίας ἢ τη̃ς πόλεως ἐκείνης ἐκτινάξατε τòν κονιορτòν τω̃ν ποδω̃ν ὑμω̃ν |
15 ἀμὴν λέγω ὑμι̃ν ἀνεκτότερον ἔσται γη̨̃ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρα̨ κρίσεως ἢ τη̨̃ πόλει ἐκείνη̨ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.