Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 11,  στἰχοι 21-30

21 οὐαί σοι Χοραζίν οὐαί σοι Βηθσαϊδά ὅτι εἰ ἐν Τύρω̨ καὶ Σιδω̃νι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμι̃ν πάλαι ἂν ἐν σάκκω̨ καὶ σποδω̨̃ μετενόησαν
22 πλὴν λέγω ὑμι̃ν Τύρω̨ καὶ Σιδω̃νι ἀνεκτότερον ἔσται ἐν ἡμέρα̨ κρίσεως ἢ ὑμι̃ν
23 καὶ σύ Καφαρναούμ μὴ ἕως οὐρανου̃ ὑψωθήση̨ ἕως ἅ̨δου καταβήση̨ ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί ἔμεινεν ἂν μέχρι τη̃ς σήμερον
24 πλὴν λέγω ὑμι̃ν ὅτι γη̨̃ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρα̨ κρίσεως ἢ σοί
25 ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν ἐξομολογου̃μαί σοι πάτερ κύριε του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς ὅτι ἔκρυψας ταυ̃τα ἀπò σοφω̃ν καὶ συνετω̃ν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις
26 ναί ὁ πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου
27 πάντα μοι παρεδόθη ὑπò του̃ πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τòν υἱòν εἰ μὴ ὁ πατήρ οὐδὲ τòν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱòς καὶ ὡ̨̃ ἐὰν βούληται ὁ υἱòς ἀποκαλύψαι
28 δευ̃τε πρός με πάντες οἱ κοπιω̃ντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμα̃ς
29 ἄρατε τòν ζυγόν μου ἐφ' ὑμα̃ς καὶ μάθετε ἀπ' ἐμου̃ ὅτι πραΰς εἰμι καὶ ταπεινòς τη̨̃ καρδία̨ καὶ εὑρήσετε ἀνάπαυσιν ται̃ς ψυχαι̃ς ὑμω̃ν
30 ὁ γὰρ ζυγός μου χρηστòς καὶ τò φορτίον μου ἐλαφρόν ἐστιν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.