ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 17,
στἰχοι 1-9
1 καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει ὁ ’Ιησου̃ς τòν Πέτρον καὶ ’Ιάκωβον καὶ ’Ιωάννην τòν ἀδελφòν αὐτου̃ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλòν κατ' ἰδίαν |
2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτω̃ν καὶ ἔλαμψεν τò πρόσωπον αὐτου̃ ὡς ὁ ἥλιος τὰ δὲ ἱμάτια αὐτου̃ ἐγένετο λευκὰ ὡς τò φω̃ς |
3 καὶ ἰδοὺ ὤφθη αὐτοι̃ς Μωϋση̃ς καὶ ’Ηλίας συλλαλου̃ντες μετ' αὐτου̃ |
4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἰ̃πεν τω̨̃ ’Ιησου̃ κύριε καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι εἰ θέλεις ποιήσω ὡ̃δε τρει̃ς σκηνάς σοὶ μίαν καὶ Μωϋσει̃ μίαν καὶ ’Ηλία̨ μίαν |
5 ἔτι αὐτου̃ λαλου̃ντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδοὺ φωνὴ ἐκ τη̃ς νεφέλης λέγουσα οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ὡ̨̃ εὐδόκησα ἀκούετε αὐτου̃ |
6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτω̃ν καὶ ἐφοβήθησαν σφόδρα |
7 καὶ προση̃λθεν ὁ ’Ιησου̃ς καὶ ἁψάμενος αὐτω̃ν εἰ̃πεν ἐγέρθητε καὶ μὴ φοβει̃σθε |
8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτω̃ν οὐδένα εἰ̃δον εἰ μὴ αὐτòν ’Ιησου̃ν μόνον |
9 καὶ καταβαινόντων αὐτω̃ν ἐκ του̃ ὄρους ἐνετείλατο αὐτοι̃ς ὁ ’Ιησου̃ς λέγων μηδενὶ εἴπητε τò ὅραμα ἕως οὑ̃ ὁ υἱòς του̃ ἀνθρώπου ἐκ νεκρω̃ν ἐγερθη̨̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.