ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 22,
στἰχοι 23-33
23 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ προση̃λθον αὐτω̨̃ Σαδδουκαι̃οι λέγοντες μὴ εἰ̃ναι ἀνάστασιν καὶ ἐπηρώτησαν αὐτòν |
24 λέγοντες διδάσκαλε Μωϋση̃ς εἰ̃πεν ἐάν τις ἀποθάνη̨ μὴ ἔχων τέκνα ἐπιγαμβρεύσει ὁ ἀδελφòς αὐτου̃ τὴν γυναι̃κα αὐτου̃ καὶ ἀναστήσει σπέρμα τω̨̃ ἀδελφω̨̃ αὐτου̃ |
25 ἠ̃σαν δὲ παρ' ἡμι̃ν ἑπτὰ ἀδελφοί καὶ ὁ πρω̃τος γήμας ἐτελεύτησεν καὶ μὴ ἔχων σπέρμα ἀφη̃κεν τὴν γυναι̃κα αὐτου̃ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ |
26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τω̃ν ἑπτά |
27 ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή |
28 ἐν τη̨̃ ἀναστάσει οὐ̃ν τίνος τω̃ν ἑπτὰ ἔσται γυνή πάντες γὰρ ἔσχον αὐτήν |
29 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς πλανα̃σθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν του̃ θεου̃ |
30 ἐν γὰρ τη̨̃ ἀναστάσει οὔτε γαμου̃σιν οὔτε γαμίζονται ἀλλ' ὡς ἄγγελοι ἐν τω̨̃ οὐρανω̨̃ εἰσιν |
31 περὶ δὲ τη̃ς ἀναστάσεως τω̃ν νεκρω̃ν οὐκ ἀνέγνωτε τò ῥηθὲν ὑμι̃ν ὑπò του̃ θεου̃ λέγοντος |
32 ἐγώ εἰμι ὁ θεòς ’Αβραὰμ καὶ ὁ θεòς ’Ισαὰκ καὶ ὁ θεòς ’Ιακώβ οὐκ ἔστιν ὁ θεòς νεκρω̃ν ἀλλὰ ζώντων |
33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.