1 τότε ὁ ’Ιησου̃ς ἐλάλησεν τοι̃ς ὄχλοις καὶ τοι̃ς μαθηται̃ς αὐτου̃ |
2 λέγων ἐπὶ τη̃ς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι |
3 πάντα οὐ̃ν ὅσα ἐὰν εἴπωσιν ὑμι̃ν ποιήσατε καὶ τηρει̃τε κατὰ δὲ τὰ ἔργα αὐτω̃ν μὴ ποιει̃τε λέγουσιν γὰρ καὶ οὐ ποιου̃σιν |
4 δεσμεύουσιν δὲ φορτία βαρέα καὶ δυσβάστακτα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τω̃ν ἀνθρώπων αὐτοὶ δὲ τω̨̃ δακτύλω̨ αὐτω̃ν οὐ θέλουσιν κινη̃σαι αὐτά |
5 πάντα δὲ τὰ ἔργα αὐτω̃ν ποιου̃σιν πρòς τò θεαθη̃ναι τοι̃ς ἀνθρώποις πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτω̃ν καὶ μεγαλύνουσιν τὰ κράσπεδα |
6 φιλου̃σιν δὲ τὴν πρωτοκλισίαν ἐν τοι̃ς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ται̃ς συναγωγαι̃ς |
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ται̃ς ἀγοραι̃ς καὶ καλει̃σθαι ὑπò τω̃ν ἀνθρώπων ῥαββί |
8 ὑμει̃ς δὲ μὴ κληθη̃τε ῥαββί εἱ̃ς γάρ ἐστιν ὑμω̃ν ὁ διδάσκαλος πάντες δὲ ὑμει̃ς ἀδελφοί ἐστε |
9 καὶ πατέρα μὴ καλέσητε ὑμω̃ν ἐπὶ τη̃ς γη̃ς εἱ̃ς γάρ ἐστιν ὑμω̃ν ὁ πατὴρ ὁ οὐράνιος |
10 μηδὲ κληθη̃τε καθηγηταί ὅτι καθηγητὴς ὑμω̃ν ἐστιν εἱ̃ς ὁ Χριστός |
11 ὁ δὲ μείζων ὑμω̃ν ἔσται ὑμω̃ν διάκονος |
12 ὅστις δὲ ὑψώσει ἑαυτòν ταπεινωθήσεται καὶ ὅστις ταπεινώσει ἑαυτòν ὑψωθήσεται |
13 οὐαὶ δὲ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι κατεσθίετε τὰς οἰκίας τω̃ν χηρω̃ν καὶ προφάσει μακρὰ προσευχόμενοι διὰ του̃το λήψεσθε περισσότερον κρι̃μα) |
14 οὐαὶ δὲ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι κλείετε τὴν βασιλείαν τω̃ν οὐρανω̃ν ἔμπροσθεν τω̃ν ἀνθρώπων ὑμει̃ς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθει̃ν |
15 οὐαὶ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιη̃σαι ἕνα προσήλυτον καὶ ὅταν γένηται ποιει̃τε αὐτòν υἱòν γεέννης διπλότερον ὑμω̃ν |
16 οὐαὶ ὑμι̃ν ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες ὃς ἂν ὀμόση̨ ἐν τω̨̃ ναω̨̃ οὐδέν ἐστιν ὃς δ' ἂν ὀμόση̨ ἐν τω̨̃ χρυσω̨̃ του̃ ναου̃ ὀφείλει |
17 μωροὶ καὶ τυφλοί τίς γὰρ μείζων ἐστίν ὁ χρυσòς ἢ ὁ ναòς ὁ ἁγιάσας τòν χρυσόν |
18 καί ὃς ἂν ὀμόση̨ ἐν τω̨̃ θυσιαστηρίω̨ οὐδέν ἐστιν ὃς δ' ἂν ὀμόση̨ ἐν τω̨̃ δώρω̨ τω̨̃ ἐπάνω αὐτου̃ ὀφείλει |
19 τυφλοί τί γὰρ μει̃ζον τò δω̃ρον ἢ τò θυσιαστήριον τò ἁγιάζον τò δω̃ρον |
20 ὁ οὐ̃ν ὀμόσας ἐν τω̨̃ θυσιαστηρίω̨ ὀμνύει ἐν αὐτω̨̃ καὶ ἐν πα̃σι τοι̃ς ἐπάνω αὐτου̃ |
21 καὶ ὁ ὀμόσας ἐν τω̨̃ ναω̨̃ ὀμνύει ἐν αὐτω̨̃ καὶ ἐν τω̨̃ κατοικου̃ντι αὐτόν |
22 καὶ ὁ ὀμόσας ἐν τω̨̃ οὐρανω̨̃ ὀμνύει ἐν τω̨̃ θρόνω̨ του̃ θεου̃ καὶ ἐν τω̨̃ καθημένω̨ ἐπάνω αὐτου̃ |
23 οὐαὶ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι ἀποδεκατου̃τε τò ἡδύοσμον καὶ τò ἄνηθον καὶ τò κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα του̃ νόμου τὴν κρίσιν καὶ τò ἔλεος καὶ τὴν πίστιν ταυ̃τα δὲ ἔδει ποιη̃σαι κἀκει̃να μὴ ἀφιέναι |
24 ὁδηγοὶ τυφλοί οἱ διϋλίζοντες τòν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες |
25 οὐαὶ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι καθαρίζετε τò ἔξωθεν του̃ ποτηρίου καὶ τη̃ς παροψίδος ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγη̃ς καὶ ἀκρασίας |
26 φαρισαι̃ε τυφλέ καθάρισον πρω̃τον τò ἐντòς του̃ ποτηρίου ἵνα γένηται καὶ τò ἐκτòς αὐτου̃ καθαρόν |
27 οὐαὶ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραι̃οι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρω̃ν καὶ πάσης ἀκαθαρσίας |
28 οὕτως καὶ ὑμει̃ς ἔξωθεν μὲν φαίνεσθε τοι̃ς ἀνθρώποις δίκαιοι ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας |
29 οὐαὶ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι οἰκοδομει̃τε τοὺς τάφους τω̃ν προφητω̃ν καὶ κοσμει̃τε τὰ μνημει̃α τω̃ν δικαίων |
30 καὶ λέγετε εἰ ἤμεθα ἐν ται̃ς ἡμέραις τω̃ν πατέρων ἡμω̃ν οὐκ ἂν ἤμεθα αὐτω̃ν κοινωνοὶ ἐν τω̨̃ αἵματι τω̃ν προφητω̃ν |
31 ὥστε μαρτυρει̃τε ἑαυτοι̃ς ὅτι υἱοί ἐστε τω̃ν φονευσάντων τοὺς προφήτας |
32 καὶ ὑμει̃ς πληρώσατε τò μέτρον τω̃ν πατέρων ὑμω̃ν |
33 ὄφεις γεννήματα ἐχιδνω̃ν πω̃ς φύγητε ἀπò τη̃ς κρίσεως τη̃ς γεέννης |
34 διὰ του̃το ἰδοὺ ἐγὼ ἀποστέλλω πρòς ὑμα̃ς προφήτας καὶ σοφοὺς καὶ γραμματει̃ς ἐξ αὐτω̃ν ἀποκτενει̃τε καὶ σταυρώσετε καὶ ἐξ αὐτω̃ν μαστιγώσετε ἐν ται̃ς συναγωγαι̃ς ὑμω̃ν καὶ διώξετε ἀπò πόλεως εἰς πόλιν |
35 ὅπως ἔλθη̨ ἐφ' ὑμα̃ς πα̃ν αἱ̃μα δίκαιον ἐκχυννόμενον ἐπὶ τη̃ς γη̃ς ἀπò του̃ αἵματος ‘Άβελ του̃ δικαίου ἕως του̃ αἵματος Ζαχαρίου υἱου̃ Βαραχίου ὃν ἐφονεύσατε μεταξὺ του̃ ναου̃ καὶ του̃ θυσιαστηρίου |
36 ἀμὴν λέγω ὑμι̃ν ἥξει ταυ̃τα πάντα ἐπὶ τὴν γενεὰν ταύτην |
37 ’Ιερουσαλὴμ ’Ιερουσαλήμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολου̃σα τοὺς ἀπεσταλμένους πρòς αὐτήν ποσάκις ἠθέλησα ἐπισυναγαγει̃ν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτη̃ς ὑπò τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε |
38 ἰδοὺ ἀφίεται ὑμι̃ν ὁ οἰ̃κος ὑμω̃ν ἔρημος |
39 λέγω γὰρ ὑμι̃ν οὐ μή με ἴδητε ἀπ' ἄρτι ἕως ἂν εἴπητε εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου |