Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 3

ἐν δὲ ται̃ς ἡμέραις ἐκείναις παραγίνεται ’Ιωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τη̨̃ ἐρήμω̨ τη̃ς ’Ιουδαίας
καὶ λέγων μετανοει̃τε ἤγγικεν γὰρ ἡ βασιλεία τω̃ν οὐρανω̃ν
οὑ̃τος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ ’Ησαΐου του̃ προφήτου λέγοντος φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ ἑτοιμάσατε τὴν ὁδòν κυρίου εὐθείας ποιει̃τε τὰς τρίβους αὐτου̃
αὐτòς δὲ ὁ ’Ιωάννης εἰ̃χεν τò ἔνδυμα αὐτου̃ ἀπò τριχω̃ν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτου̃ ἡ δὲ τροφὴ ἠ̃ν αὐτου̃ ἀκρίδες καὶ μέλι ἄγριον
τότε ἐξεπορεύετο πρòς αὐτòν ‘Ιεροσόλυμα καὶ πα̃σα ἡ ’Ιουδαία καὶ πα̃σα ἡ περίχωρος του̃ ’Ιορδάνου
καὶ ἐβαπτίζοντο ἐν τω̨̃ ’Ιορδάνη̨ ποταμω̨̃ ὑπ' αὐτου̃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτω̃ν
ἰδὼν δὲ πολλοὺς τω̃ν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τò βάπτισμα αὐτου̃ εἰ̃πεν αὐτοι̃ς γεννήματα ἐχιδνω̃ν τίς ὑπέδειξεν ὑμι̃ν φυγει̃ν ἀπò τη̃ς μελλούσης ὀργη̃ς
ποιήσατε οὐ̃ν καρπòν ἄξιον τη̃ς μετανοίας
καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοι̃ς πατέρα ἔχομεν τòν ’Αβραάμ λέγω γὰρ ὑμι̃ν ὅτι δύναται ὁ θεòς ἐκ τω̃ν λίθων τούτων ἐγει̃ραι τέκνα τω̨̃ ’Αβραάμ
10 ἤδη δὲ ἡ ἀξίνη πρòς τὴν ῥίζαν τω̃ν δένδρων κει̃ται πα̃ν οὐ̃ν δένδρον μὴ ποιου̃ν καρπòν καλòν ἐκκόπτεται καὶ εἰς πυ̃ρ βάλλεται
11 ἐγὼ μὲν ὑμα̃ς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν οὑ̃ οὐκ εἰμὶ ἱκανòς τὰ ὑποδήματα βαστάσαι αὐτòς ὑμα̃ς βαπτίσει ἐν πνεύματι ἁγίω̨ καὶ πυρί
12 οὑ̃ τò πτύον ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ διακαθαριει̃ τὴν ἅλωνα αὐτου̃ καὶ συνάξει τòν σι̃τον αὐτου̃ εἰς τὴν ἀποθήκην τò δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστω̨
13 τότε παραγίνεται ὁ ’Ιησου̃ς ἀπò τη̃ς Γαλιλαίας ἐπὶ τòν ’Ιορδάνην πρòς τòν ’Ιωάννην του̃ βαπτισθη̃ναι ὑπ' αὐτου̃
14 ὁ δὲ ’Ιωάννης διεκώλυεν αὐτòν λέγων ἐγὼ χρείαν ἔχω ὑπò σου̃ βαπτισθη̃ναι καὶ σὺ ἔρχη̨ πρός με
15 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτόν ἄφες ἄρτι οὕτως γὰρ πρέπον ἐστὶν ἡμι̃ν πληρω̃σαι πα̃σαν δικαιοσύνην τότε ἀφίησιν αὐτόν
16 βαπτισθεὶς δὲ ὁ ’Ιησου̃ς εὐθὺς ἀνέβη ἀπò του̃ ὕδατος καὶ ἰδοὺ ἠνεώ̨χθησαν αὐτω̨̃ οἱ οὐρανοί καὶ εἰ̃δεν τò πνευ̃μα του̃ θεου̃ καταβαι̃νον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ' αὐτόν
17 καὶ ἰδοὺ φωνὴ ἐκ τω̃ν οὐρανω̃ν λέγουσα οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ὡ̨̃ εὐδόκησα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.