Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 1

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Σινα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἐν μια̨̃ του̃ μηνὸς του̃ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου λέγων
2 λάβετε ἀρχὴν πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ κατὰ συγγενείας αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πα̃ς ἄρσην
3 ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτω̃ν σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς
4 καὶ μεθ' ὑμω̃ν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ' οἴκους πατριω̃ν ἔσονται
5 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν οἵτινες παραστήσονται μεθ' ὑμω̃ν τω̃ν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
6 τω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
7 τω̃ν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ
8 τω̃ν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ
9 τω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
10 τω̃ν υἱω̃ν Ιωσηφ τω̃ν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ τω̃ν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
11 τω̃ν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
12 τω̃ν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
13 τω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
14 τω̃ν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
15 τω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν
16 οὑ̃τοι ἐπίκλητοι τη̃ς συναγωγη̃ς ἄρχοντες τω̃ν φυλω̃ν κατὰ πατριάς χιλίαρχοι Ισραηλ εἰσίν
17 καὶ ἔλαβεν Μωυση̃ς καὶ Ααρων τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος
18 καὶ πα̃σαν τὴν συναγωγὴν συνήγαγον ἐν μια̨̃ του̃ μηνὸς του̃ δευτέρου ἔτους καὶ ἐπηξονου̃σαν κατὰ γενέσεις αὐτω̃ν κατὰ πατριὰς αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτω̃ν
19 ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ καὶ ἐπεσκέπησαν ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Σινα
20 καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
21 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ρουβην ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
22 τοι̃ς υἱοι̃ς Συμεων κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
23 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Συμεων ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι
24 τοι̃ς υἱοι̃ς Ιουδα κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
25 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ιουδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι
26 τοι̃ς υἱοι̃ς Ισσαχαρ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
27 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ισσαχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
28 τοι̃ς υἱοι̃ς Ζαβουλων κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
29 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ζαβουλων ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
30 τοι̃ς υἱοι̃ς Ιωσηφ υἱοι̃ς Εφραιμ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
31 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Εφραιμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
32 τοι̃ς υἱοι̃ς Μανασση κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
33 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Μανασση δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι
34 τοι̃ς υἱοι̃ς Βενιαμιν κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
35 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Βενιαμιν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι
36 τοι̃ς υἱοι̃ς Γαδ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
37 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Γαδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα
38 τοι̃ς υἱοι̃ς Δαν κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
39 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Δαν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
40 τοι̃ς υἱοι̃ς Ασηρ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
41 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ασηρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
42 τοι̃ς υἱοι̃ς Νεφθαλι κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
43 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Νεφθαλι τρει̃ς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
44 αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄνδρες ἀνὴρ εἱ̃ς κατὰ φυλὴν μίαν κατὰ φυλὴν οἴκων πατρια̃ς ἠ̃σαν
45 καὶ ἐγένετο πα̃σα ἡ ἐπίσκεψις υἱω̃ν Ισραηλ σὺν δυνάμει αὐτω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ
46 ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα
47 οἱ δὲ Λευι̃ται ἐκ τη̃ς φυλη̃ς πατρια̃ς αὐτω̃ν οὐκ ἐπεσκέπησαν ἐν τοι̃ς υἱοι̃ς Ισραηλ
48 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
49 ὅρα τὴν φυλὴν τὴν Λευι οὐ συνεπισκέψη̨ καὶ τὸν ἀριθμὸν αὐτω̃ν οὐ λήμψη̨ ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ
50 καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃ αὐτοὶ ἀρου̃σιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτη̨̃ καὶ κύκλω̨ τη̃ς σκηνη̃ς παρεμβαλου̃σιν
51 καὶ ἐν τω̨̃ ἐξαίρειν τὴν σκηνὴν καθελου̃σιν αὐτὴν οἱ Λευι̃ται καὶ ἐν τω̨̃ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω
52 καὶ παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ ἀνὴρ ἐν τη̨̃ ἑαυτου̃ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτου̃ ἡγεμονίαν σὺν δυνάμει αὐτω̃ν
53 οἱ δὲ Λευι̃ται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλω̨ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοι̃ς Ισραηλ καὶ φυλάξουσιν οἱ Λευι̃ται αὐτοὶ τὴν φυλακὴν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
54 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατὰ πάντα ἃ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ Ααρων οὕτως ἐποίησαν

ΑΡΙΘΜΟΙ, κεφαλίς 2

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
2 ἄνθρωπος ἐχόμενος αὐτου̃ κατὰ τάγμα κατὰ σημέας κατ' οἴκους πατριω̃ν αὐτω̃ν παρεμβαλέτωσαν οἱ υἱοὶ Ισραηλ ἐναντίοι κύκλω̨ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ
3 καὶ οἱ παρεμβάλλοντες πρω̃τοι κατ' ἀνατολὰς τάγμα παρεμβολη̃ς Ιουδα σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ
4 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι
5 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Ισσαχαρ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ
6 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Ζαβουλων καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
8 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
9 πάντες οἱ ἐπεσκεμμένοι ἐκ τη̃ς παρεμβολη̃ς Ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτω̃ν πρω̃τοι ἐξαρου̃σιν
10 τάγμα παρεμβολη̃ς Ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
11 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
12 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Συμεων καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
13 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι
14 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Γαδ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
15 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα
16 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτω̃ν δεύτεροι ἐξαρου̃σιν
17 καὶ ἀρθήσεται ἡ σκηνὴ του̃ μαρτυρίου καὶ ἡ παρεμβολὴ τω̃ν Λευιτω̃ν μέσον τω̃ν παρεμβολω̃ν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαρου̃σιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίαν
18 τάγμα παρεμβολη̃ς Εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ
19 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
20 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Μανασση καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
21 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι
22 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Βενιαμιν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
23 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι
24 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτω̃ν τρίτοι ἐξαρου̃σιν
25 τάγμα παρεμβολη̃ς Δαν πρὸς βορρα̃ν σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
26 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
27 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Ασηρ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
28 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
29 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Νεφθαλι καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν
30 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τρει̃ς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
31 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαρου̃σιν κατὰ τάγμα αὐτω̃ν
32 αὕτη ἡ ἐπίσκεψις τω̃ν υἱω̃ν Ισραηλ κατ' οἴκους πατριω̃ν αὐτω̃ν πα̃σα ἡ ἐπίσκεψις τω̃ν παρεμβολω̃ν σὺν ται̃ς δυνάμεσιν αὐτω̃ν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα
33 οἱ δὲ Λευι̃ται οὐ συνεπεσκέπησαν ἐν αὐτοι̃ς καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
34 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ πάντα ὅσα συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτω̃ν καὶ οὕτως ἐξη̃ρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

ΑΡΙΘΜΟΙ, κεφαλίς 3

1 καὶ αὑ̃ται αἱ γενέσεις Ααρων καὶ Μωυση̃ ἐν ἡ̨̃ ἡμέρα̨ ἐλάλησεν κύριος τω̨̃ Μωυση̨̃ ἐν ὄρει Σινα
2 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ααρων πρωτότοκος Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
3 ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ααρων οἱ ἱερει̃ς οἱ ἠλειμμένοι οὓς ἐτελείωσαν τὰς χει̃ρας αὐτω̃ν ἱερατεύειν
4 καὶ ἐτελεύτησεν Ναδαβ καὶ Αβιουδ ἔναντι κυρίου προσφερόντων αὐτω̃ν πυ̃ρ ἀλλότριον ἔναντι κυρίου ἐν τη̨̃ ἐρήμω̨ Σινα καὶ παιδία οὐκ ἠ̃ν αὐτοι̃ς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ μετ' Ααρων του̃ πατρὸς αὐτω̃ν
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
6 λαβὲ τὴν φυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων του̃ ἱερέως καὶ λειτουργήσουσιν αὐτω̨̃
7 καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτου̃ καὶ τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ ἔναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐργάζεσθαι τὰ ἔργα τη̃ς σκηνη̃ς
8 καὶ φυλάξουσιν πάντα τὰ σκεύη τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ κατὰ πάντα τὰ ἔργα τη̃ς σκηνη̃ς
9 καὶ δώσεις τοὺς Λευίτας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ τοι̃ς ἱερευ̃σιν δόμα δεδομένοι οὑ̃τοί μοί εἰσιν ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ
10 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καταστήσεις ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ φυλάξουσιν τὴν ἱερατείαν αὐτω̃ν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω του̃ καταπετάσματος καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανει̃ται
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
12 καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τω̃ν υἱω̃ν Ισραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τω̃ν υἱω̃ν Ισραηλ λύτρα αὐτω̃ν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευι̃ται
13 ἐμοὶ γὰρ πα̃ν πρωτότοκον ἐν ἡ̨̃ ἡμέρα̨ ἐπάταξα πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτου ἡγίασα ἐμοὶ πα̃ν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται ἐγὼ κύριος
14 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ Σινα λέγων
15 ἐπίσκεψαι τοὺς υἱοὺς Λευι κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατὰ συγγενείας αὐτω̃ν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς
16 καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ὃν τρόπον συνέταξεν αὐτοι̃ς κύριος
17 καὶ ἠ̃σαν οὑ̃τοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτω̃ν Γεδσων Κααθ καὶ Μεραρι
18 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Γεδσων κατὰ δήμους αὐτω̃ν Λοβενι καὶ Σεμεϊ
19 καὶ υἱοὶ Κααθ κατὰ δήμους αὐτω̃ν Αμραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
20 καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτω̃ν Μοολι καὶ Μουσι οὑ̃τοί εἰσιν δη̃μοι τω̃ν Λευιτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
21 τω̨̃ Γεδσων δη̃μος του̃ Λοβενι καὶ δη̃μος του̃ Σεμεϊ οὑ̃τοι δη̃μοι του̃ Γεδσων
22 ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ ἀριθμὸν παντὸς ἀρσενικου̃ ἀπὸ μηνιαίου καὶ ἐπάνω ἡ ἐπίσκεψις αὐτω̃ν ἑπτακισχίλιοι καὶ πεντακόσιοι
23 καὶ υἱοὶ Γεδσων ὀπίσω τη̃ς σκηνη̃ς παρὰ θάλασσαν παρεμβαλου̃σιν
24 καὶ ὁ ἄρχων οἴκου πατρια̃ς του̃ δήμου του̃ Γεδσων Ελισαφ υἱὸς Λαηλ
25 καὶ ἡ φυλακὴ υἱω̃ν Γεδσων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἡ σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
26 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς καὶ τὸ καταπέτασμα τη̃ς πύλης τη̃ς αὐλη̃ς τη̃ς οὔσης ἐπὶ τη̃ς σκηνη̃ς καὶ τὰ κατάλοιπα πάντων τω̃ν ἔργων αὐτου̃
27 τω̨̃ Κααθ δη̃μος ὁ Αμραμις καὶ δη̃μος ὁ Σααρις καὶ δη̃μος ὁ Χεβρωνις καὶ δη̃μος ὁ Οζιηλις οὑ̃τοί εἰσιν δη̃μοι του̃ Κααθ
28 κατὰ ἀριθμὸν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τω̃ν ἁγίων
29 οἱ δη̃μοι τω̃ν υἱω̃ν Κααθ παρεμβαλου̃σιν ἐκ πλαγίων τη̃ς σκηνη̃ς κατὰ λίβα
30 καὶ ὁ ἄρχων οἴκου πατριω̃ν τω̃ν δήμων του̃ Κααθ Ελισαφαν υἱὸς Οζιηλ
31 καὶ ἡ φυλακὴ αὐτω̃ν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη του̃ ἁγίου ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτω̃ν
32 καὶ ὁ ἄρχων ἐπὶ τω̃ν ἀρχόντων τω̃ν Λευιτω̃ν Ελεαζαρ ὁ υἱὸς Ααρων του̃ ἱερέως καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τω̃ν ἁγίων
33 τω̨̃ Μεραρι δη̃μος ὁ Μοολι καὶ δη̃μος ὁ Μουσι οὑ̃τοί εἰσιν δη̃μοι Μεραρι
34 ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ ἀριθμόν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἑξακισχίλιοι καὶ πεντήκοντα
35 καὶ ὁ ἄρχων οἴκου πατριω̃ν του̃ δήμου του̃ Μεραρι Σουριηλ υἱὸς Αβιχαιλ ἐκ πλαγίων τη̃ς σκηνη̃ς παρεμβαλου̃σιν πρὸς βορρα̃ν
36 ἡ ἐπίσκεψις ἡ φυλακὴ υἱω̃ν Μεραρι τὰς κεφαλίδας τη̃ς σκηνη̃ς καὶ τοὺς μοχλοὺς αὐτη̃ς καὶ τοὺς στύλους αὐτη̃ς καὶ τὰς βάσεις αὐτη̃ς καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ τὰ ἔργα αὐτω̃ν
37 καὶ τοὺς στύλους τη̃ς αὐλη̃ς κύκλω̨ καὶ τὰς βάσεις αὐτω̃ν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτω̃ν
38 καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἀπ' ἀνατολη̃ς Μωυση̃ς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ φυλάσσοντες τὰς φυλακὰς του̃ ἁγίου εἰς τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανει̃ται
39 πα̃σα ἡ ἐπίσκεψις τω̃ν Λευιτω̃ν οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου κατὰ δήμους αὐτω̃ν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες
40 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων ἐπίσκεψαι πα̃ν πρωτότοκον ἄρσεν τω̃ν υἱω̃ν Ισραηλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος
41 καὶ λήμψη̨ τοὺς Λευίτας ἐμοί ἐγὼ κύριος ἀντὶ πάντων τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ καὶ τὰ κτήνη τω̃ν Λευιτω̃ν ἀντὶ πάντων τω̃ν πρωτοτόκων ἐν τοι̃ς κτήνεσιν τω̃ν υἱω̃ν Ισραηλ
42 καὶ ἐπεσκέψατο Μωυση̃ς ὃν τρόπον ἐνετείλατο κύριος πα̃ν πρωτότοκον ἐν τοι̃ς υἱοι̃ς Ισραηλ
43 καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τη̃ς ἐπισκέψεως αὐτω̃ν δύο καὶ εἴκοσι χιλιάδες τρει̃ς καὶ ἑβδομήκοντα καὶ διακόσιοι
44 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
45 λαβὲ τοὺς Λευίτας ἀντὶ πάντων τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ καὶ τὰ κτήνη τω̃ν Λευιτω̃ν ἀντὶ τω̃ν κτηνω̃ν αὐτω̃ν καὶ ἔσονται ἐμοὶ οἱ Λευι̃ται ἐγὼ κύριος
46 καὶ τὰ λύτρα τριω̃ν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ
47 καὶ λήμψη̨ πέντε σίκλους κατὰ κεφαλήν κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψη̨ εἴκοσι ὀβολοὺς του̃ σίκλου
48 καὶ δώσεις τὸ ἀργύριον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λύτρα τω̃ν πλεοναζόντων ἐν αὐτοι̃ς
49 καὶ ἔλαβεν Μωυση̃ς τὸ ἀργύριον τὰ λύτρα τω̃ν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τω̃ν Λευιτω̃ν
50 παρὰ τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ ἔλαβεν τὸ ἀργύριον χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον
51 καὶ ἔδωκεν Μωυση̃ς τὰ λύτρα τω̃ν πλεοναζόντων Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ διὰ φωνη̃ς κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

ΑΡΙΘΜΟΙ, κεφαλίς 4

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
2 λαβὲ τὸ κεφάλαιον τω̃ν υἱω̃ν Κααθ ἐκ μέσου υἱω̃ν Λευι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
3 ἀπὸ εἴκοσι καὶ πέντε ἐτω̃ν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτω̃ν πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν ποιη̃σαι πάντα τὰ ἔργα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
4 καὶ ταυ̃τα τὰ ἔργα τω̃ν υἱω̃ν Κααθ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἅγιον τω̃ν ἁγίων
5 καὶ εἰσελεύσεται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ὅταν ἐξαίρη̨ ἡ παρεμβολή καὶ καθελου̃σιν τὸ καταπέτασμα τὸ συσκιάζον καὶ κατακαλύψουσιν ἐν αὐτω̨̃ τὴν κιβωτὸν του̃ μαρτυρίου
6 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς
7 καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρφυρον καὶ τὰ τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδει̃α ἐν οἱ̃ς σπένδει καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ' αὐτη̃ς ἔσονται
8 καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ διεμβαλου̃σιν δι' αὐτη̃ς τοὺς ἀναφορει̃ς
9 καὶ λήμψονται ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν τὴν λυχνίαν τὴν φωτίζουσαν καὶ τοὺς λύχνους αὐτη̃ς καὶ τὰς λαβίδας αὐτη̃ς καὶ τὰς ἐπαρυστρίδας αὐτη̃ς καὶ πάντα τὰ ἀγγει̃α του̃ ἐλαίου οἱ̃ς λειτουργου̃σιν ἐν αὐτοι̃ς
10 καὶ ἐμβαλου̃σιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ' ἀναφορέων
11 καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσου̃ν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς αὐτου̃
12 καὶ λήμψονται πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς ἐν τοι̃ς ἁγίοις καὶ ἐμβαλου̃σιν εἰς ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορει̃ς
13 καὶ τὸν καλυπτη̃ρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρφυρον
14 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργου̃σιν ἐπ' αὐτὸ ἐν αὐτοι̃ς καὶ τὰ πυρει̃α καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτη̃ρα καὶ πάντα τὰ σκεύη του̃ θυσιαστηρίου καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς αὐτου̃ καὶ λήμψονται ἱμάτιον πορφυρου̃ν καὶ συγκαλύψουσιν τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃ καὶ ἐμβαλου̃σιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορει̃ς
15 καὶ συντελέσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τω̨̃ ἐξαίρειν τὴν παρεμβολήν καὶ μετὰ ταυ̃τα εἰσελεύσονται υἱοὶ Κααθ αἴρειν καὶ οὐχ ἅψονται τω̃ν ἁγίων ἵνα μὴ ἀποθάνωσιν ταυ̃τα ἀρου̃σιν οἱ υἱοὶ Κααθ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
16 ἐπίσκοπος Ελεαζαρ υἱὸς Ααρων του̃ ἱερέως τὸ ἔλαιον του̃ φωτὸς καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως καὶ ἡ θυσία ἡ καθ' ἡμέραν καὶ τὸ ἔλαιον τη̃ς χρίσεως ἡ ἐπισκοπὴ ὅλης τη̃ς σκηνη̃ς καὶ ὅσα ἐστὶν ἐν αὐτη̨̃ ἐν τω̨̃ ἁγίω̨ ἐν πα̃σι τοι̃ς ἔργοις
17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
18 μὴ ὀλεθρεύσητε τη̃ς φυλη̃ς τὸν δη̃μον τὸν Κααθ ἐκ μέσου τω̃ν Λευιτω̃ν
19 του̃το ποιήσατε αὐτοι̃ς καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσιν προσπορευομένων αὐτω̃ν πρὸς τὰ ἅγια τω̃ν ἁγίων Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ προσπορευέσθωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτου̃
20 καὶ οὐ μὴ εἰσέλθωσιν ἰδει̃ν ἐξάπινα τὰ ἅγια καὶ ἀποθανου̃νται
21 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
22 λαβὲ τὴν ἀρχὴν τω̃ν υἱω̃ν Γεδσων καὶ τούτους κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ δήμους αὐτω̃ν
23 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς ἐπίσκεψαι αὐτούς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν τὰ ἔργα αὐτου̃ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
24 αὕτη ἡ λειτουργία του̃ δήμου του̃ Γεδσων λειτουργει̃ν καὶ αἴρειν
25 καὶ ἀρει̃ τὰς δέρρεις τη̃ς σκηνη̃ς καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτη̃ς καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ' αὐτη̃ς ἄνωθεν καὶ τὸ κάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
26 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς ὅσα ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς ποιήσουσιν
27 κατὰ στόμα Ααρων καὶ τω̃ν υἱω̃ν αὐτου̃ ἔσται ἡ λειτουργία τω̃ν υἱω̃ν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτω̃ν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι' αὐτω̃ν καὶ ἐπισκέψη̨ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ' αὐτω̃ν
28 αὕτη ἡ λειτουργία τω̃ν υἱω̃ν Γεδσων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ ἡ φυλακὴ αὐτω̃ν ἐν χειρὶ Ιθαμαρ του̃ υἱου̃ Ααρων του̃ ἱερέως
29 υἱοὶ Μεραρι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν ἐπισκέψασθε αὐτούς
30 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς ἐπισκέψασθε αὐτούς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
31 καὶ ταυ̃τα τὰ φυλάγματα τω̃ν αἰρομένων ὑπ' αὐτω̃ν κατὰ πάντα τὰ ἔργα αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου τὰς κεφαλίδας τη̃ς σκηνη̃ς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτη̃ς καὶ τὰς βάσεις αὐτη̃ς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτω̃ν καὶ οἱ στύλοι αὐτω̃ν καὶ τὸ κατακάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς
32 καὶ τοὺς στύλους τη̃ς αὐλη̃ς κύκλω̨ καὶ αἱ βάσεις αὐτω̃ν καὶ τοὺς στύλους του̃ καταπετάσματος τη̃ς πύλης τη̃ς αὐλη̃ς καὶ τὰς βάσεις αὐτω̃ν καὶ τοὺς πασσάλους αὐτω̃ν καὶ τοὺς κάλους αὐτω̃ν καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ πάντα τὰ λειτουργήματα αὐτω̃ν ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τη̃ς φυλακη̃ς τω̃ν αἰρομένων ὑπ' αὐτω̃ν
33 αὕτη ἡ λειτουργία δήμου υἱω̃ν Μεραρι ἐν πα̃σιν τοι̃ς ἔργοις αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἐν χειρὶ Ιθαμαρ υἱου̃ Ααρων του̃ ἱερέως
34 καὶ ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς υἱοὺς Κααθ κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
35 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
36 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν δισχίλιοι διακόσιοι πεντήκοντα
37 αὕτη ἡ ἐπίσκεψις δήμου Κααθ πα̃ς ὁ λειτουργω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καθὰ ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃
38 καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσων κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
39 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν τὰ ἔργα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
40 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν δισχίλιοι ἑξακόσιοι τριάκοντα
41 αὕτη ἡ ἐπίσκεψις δήμου υἱω̃ν Γεδσων πα̃ς ὁ λειτουργω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃
42 ἐπεσκέπησαν δὲ καὶ δη̃μος υἱω̃ν Μεραρι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
43 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν πρὸς τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
44 καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν τρισχίλιοι καὶ διακόσιοι
45 αὕτη ἡ ἐπίσκεψις δήμου υἱω̃ν Μεραρι οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃
46 πάντες οἱ ἐπεσκεμμένοι οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς Λευίτας κατὰ δήμους κατ' οἴκους πατριω̃ν αὐτω̃ν
47 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τω̃ν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
48 καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα
49 διὰ φωνη̃ς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυση̃ ἄνδρα κατ' ἄνδρα ἐπὶ τω̃ν ἔργων αὐτω̃ν καὶ ἐπὶ ὡ̃ν αἴρουσιν αὐτοί καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.