Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 13,  στἰχοι 2-33

2 ἀπόστειλον σεαυτω̨̃ ἄνδρας καὶ κατασκεψάσθωσαν τὴν γη̃ν τω̃ν Χαναναίων ἣν ἐγὼ δίδωμι τοι̃ς υἱοι̃ς Ισραηλ εἰς κατάσχεσιν ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριω̃ν αὐτω̃ν ἀποστελει̃ς αὐτούς πάντα ἀρχηγὸν ἐξ αὐτω̃ν
3 καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυση̃ς ἐκ τη̃ς ἐρήμου Φαραν διὰ φωνη̃ς κυρίου πάντες ἄνδρες ἀρχηγοὶ υἱω̃ν Ισραηλ οὑ̃τοι
4 καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν τη̃ς φυλη̃ς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ
5 τη̃ς φυλη̃ς Συμεων Σαφατ υἱὸς Σουρι
6 τη̃ς φυλη̃ς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη
7 τη̃ς φυλη̃ς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ
8 τη̃ς φυλη̃ς Εφραιμ Αυση υἱὸς Ναυη
9 τη̃ς φυλη̃ς Βενιαμιν Φαλτι υἱὸς Ραφου
10 τη̃ς φυλη̃ς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι
11 τη̃ς φυλη̃ς Ιωσηφ τω̃ν υἱω̃ν Μανασση Γαδδι υἱὸς Σουσι
12 τη̃ς φυλη̃ς Δαν Αμιηλ υἱὸς Γαμαλι
13 τη̃ς φυλη̃ς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ
14 τη̃ς φυλη̃ς Νεφθαλι Ναβι υἱὸς Ιαβι
15 τη̃ς φυλη̃ς Γαδ Γουδιηλ υἱὸς Μακχι
16 ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν οὓς ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν καὶ ἐπωνόμασεν Μωυση̃ς τὸν Αυση υἱὸν Ναυη 'Ιησου̃ν
17 καὶ ἀπέστειλεν αὐτοὺς Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν Χανααν καὶ εἰ̃πεν πρὸς αὐτούς ἀνάβητε ταύτη̨ τη̨̃ ἐρήμω̨ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος
18 καὶ ὄψεσθε τὴν γη̃ν τίς ἐστιν καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ' αὐτη̃ς εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί
19 καὶ τίς ἡ γη̃ εἰς ἣν οὑ̃τοι ἐγκάθηνται ἐπ' αὐτη̃ς εἰ καλή ἐστιν ἢ πονηρά καὶ τίνες αἱ πόλεις εἰς ἃς οὑ̃τοι κατοικου̃σιν ἐν αὐται̃ς εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις
20 καὶ τίς ἡ γη̃ εἰ πίων ἢ παρειμένη εἰ ἔστιν ἐν αὐτη̨̃ δένδρα ἢ οὔ καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τω̃ν καρπω̃ν τη̃ς γη̃ς καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος πρόδρομοι σταφυλη̃ς
21 καὶ ἀναβάντες κατεσκέψαντο τὴν γη̃ν ἀπὸ τη̃ς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ
22 καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἠ̃λθον ἕως Χεβρων καὶ ἐκει̃ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ καὶ Χεβρων ἑπτὰ ἔτεσιν ὠ̨κοδομήθη πρὸ του̃ Τάνιν Αἰγύπτου
23 καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν καὶ ἔκοψαν ἐκει̃θεν κλη̃μα καὶ βότρυν σταφυλη̃ς ἕνα ἐπ' αὐτου̃ καὶ ἠ̃ραν αὐτὸν ἐπ' ἀναφορευ̃σιν καὶ ἀπὸ τω̃ν ῥοω̃ν καὶ ἀπὸ τω̃ν συκω̃ν
24 τὸν τόπον ἐκει̃νον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκει̃θεν οἱ υἱοὶ Ισραηλ
25 καὶ ἀπέστρεψαν ἐκει̃θεν κατασκεψάμενοι τὴν γη̃ν μετὰ τεσσαράκοντα ἡμέρας
26 καὶ πορευθέντες ἠ̃λθον πρὸς Μωυση̃ν καὶ Ααρων καὶ πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ εἰς τὴν ἔρημον Φαραν Καδης καὶ ἀπεκρίθησαν αὐτοι̃ς ῥη̃μα καὶ πάση̨ τη̨̃ συναγωγη̨̃ καὶ ἔδειξαν τὸν καρπὸν τη̃ς γη̃ς
27 καὶ διηγήσαντο αὐτω̨̃ καὶ εἰ̃παν ἤλθαμεν εἰς τὴν γη̃ν εἰς ἣν ἀπέστειλας ἡμα̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ οὑ̃τος ὁ καρπὸς αὐτη̃ς
28 ἀλλ' ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικου̃ν ἐπ' αὐτη̃ς καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκει̃
29 καὶ Αμαληκ κατοικει̃ ἐν τη̨̃ γη̨̃ τη̨̃ πρὸς νότον καὶ ὁ Χετται̃ος καὶ ὁ Ευαι̃ος καὶ ὁ Ιεβουσαι̃ος καὶ ὁ Αμορραι̃ος κατοικει̃ ἐν τη̨̃ ὀρεινη̨̃ καὶ ὁ Χαναναι̃ος κατοικει̃ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν
30 καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυση̃ν καὶ εἰ̃πεν αὐτω̨̃ οὐχί ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς
31 καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ' αὐτου̃ εἰ̃παν οὐκ ἀναβαίνομεν ὅτι οὐ μὴ δυνώμεθα ἀναβη̃ναι πρὸς τὸ ἔθνος ὅτι ἰσχυρότερόν ἐστιν ἡμω̃ν μα̃λλον
32 καὶ ἐξήνεγκαν ἔκστασιν τη̃ς γη̃ς ἣν κατεσκέψαντο αὐτήν πρὸς τοὺς υἱοὺς Ισραηλ λέγοντες τὴν γη̃ν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι γη̃ κατέσθουσα τοὺς κατοικου̃ντας ἐπ' αὐτη̃ς ἐστιν πα̃ς ὁ λαός ὃν ἑωράκαμεν ἐν αὐτη̨̃ ἄνδρες ὑπερμήκεις
33 καὶ ἐκει̃ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἠ̃μεν ἐνώπιον αὐτω̃ν ὡσεὶ ἀκρίδες ἀλλὰ καὶ οὕτως ἠ̃μεν ἐνώπιον αὐτω̃ν

ΑΡΙΘΜΟΙ, κεφαλίς 14

1 καὶ ἀναλαβου̃σα πα̃σα ἡ συναγωγὴ ἔδωκεν φωνήν καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην
2 καὶ διεγόγγυζον ἐπὶ Μωυση̃ν καὶ Ααρων πάντες οἱ υἱοὶ Ισραηλ καὶ εἰ̃παν πρὸς αὐτοὺς πα̃σα ἡ συναγωγή ὄφελον ἀπεθάνομεν ἐν γη̨̃ Αἰγύπτω̨ ἢ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ εἰ ἀπεθάνομεν
3 καὶ ἵνα τί κύριος εἰσάγει ἡμα̃ς εἰς τὴν γη̃ν ταύτην πεσει̃ν ἐν πολέμω̨ αἱ γυναι̃κες ἡμω̃ν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν νυ̃ν οὐ̃ν βέλτιον ἡμι̃ν ἐστιν ἀποστραφη̃ναι εἰς Αἴγυπτον
4 καὶ εἰ̃παν ἕτερος τω̨̃ ἑτέρω̨ δω̃μεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον
5 καὶ ἔπεσεν Μωυση̃ς καὶ Ααρων ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ
6 'Ιησου̃ς δὲ ὁ του̃ Ναυη καὶ Χαλεβ ὁ του̃ Ιεφοννη τω̃ν κατασκεψαμένων τὴν γη̃ν διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν
7 καὶ εἰ̃παν πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ λέγοντες ἡ γη̃ ἣν κατεσκεψάμεθα αὐτήν ἀγαθή ἐστιν σφόδρα σφόδρα
8 εἰ αἱρετίζει ἡμα̃ς κύριος εἰσάξει ἡμα̃ς εἰς τὴν γη̃ν ταύτην καὶ δώσει αὐτὴν ἡμι̃ν γη̃ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι
9 ἀλλὰ ἀπὸ του̃ κυρίου μὴ ἀποστάται γίνεσθε ὑμει̃ς δὲ μὴ φοβηθη̃τε τὸν λαὸν τη̃ς γη̃ς ὅτι κατάβρωμα ἡμι̃ν ἐστιν ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ' αὐτω̃ν ὁ δὲ κύριος ἐν ἡμι̃ν μὴ φοβηθη̃τε αὐτούς
10 καὶ εἰ̃πεν πα̃σα ἡ συναγωγὴ καταλιθοβολη̃σαι αὐτοὺς ἐν λίθοις καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλη̨ ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν πα̃σι τοι̃ς υἱοι̃ς Ισραηλ
11 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἕως τίνος παροξύνει με ὁ λαὸς οὑ̃τος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πα̃σιν τοι̃ς σημείοις οἱ̃ς ἐποίησα ἐν αὐτοι̃ς
12 πατάξω αὐτοὺς θανάτω̨ καὶ ἀπολω̃ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἰ̃κον του̃ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μα̃λλον ἢ του̃το
13 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον καὶ ἀκούσεται Αἴγυπτος ὅτι ἀνήγαγες τη̨̃ ἰσχύι σου τὸν λαὸν του̃τον ἐξ αὐτω̃ν
14 ἀλλὰ καὶ πάντες οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς ταύτης ἀκηκόασιν ὅτι σὺ εἰ̃ κύριος ἐν τω̨̃ λαω̨̃ τούτω̨ ὅστις ὀφθαλμοι̃ς κατ' ὀφθαλμοὺς ὀπτάζη̨ κύριε καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ' αὐτω̃ν καὶ ἐν στύλω̨ νεφέλης σὺ πορεύη̨ πρότερος αὐτω̃ν τὴν ἡμέραν καὶ ἐν στύλω̨ πυρὸς τὴν νύκτα
15 καὶ ἐκτρίψεις τὸν λαὸν του̃τον ὡσεὶ ἄνθρωπον ἕνα καὶ ἐρου̃σιν τὰ ἔθνη ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες
16 παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγει̃ν τὸν λαὸν του̃τον εἰς τὴν γη̃ν ἣν ὤμοσεν αὐτοι̃ς κατέστρωσεν αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨
17 καὶ νυ̃ν ὑψωθήτω ἡ ἰσχύς σου κύριε ὃν τρόπον εἰ̃πας λέγων
18 κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός ἀφαιρω̃ν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ καθαρισμω̨̃ οὐ καθαριει̃ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης
19 ἄφες τὴν ἁμαρτίαν τω̨̃ λαω̨̃ τούτω̨ κατὰ τὸ μέγα ἔλεός σου καθάπερ ἵλεως αὐτοι̃ς ἐγένου ἀπ' Αἰγύπτου ἕως του̃ νυ̃ν
20 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἵλεως αὐτοι̃ς εἰμι κατὰ τὸ ῥη̃μά σου
21 ἀλλὰ ζω̃ ἐγὼ καὶ ζω̃ν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα κυρίου πα̃σαν τὴν γη̃ν
22 ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρω̃ντες τὴν δόξαν μου καὶ τὰ σημει̃α ἃ ἐποίησα ἐν Αἰγύπτω̨ καὶ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ καὶ ἐπείρασάν με του̃το δέκατον καὶ οὐκ εἰσήκουσάν μου τη̃ς φωνη̃ς
23 ἠ̃ μὴν οὐκ ὄψονται τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν ἀλλ' ἢ τὰ τέκνα αὐτω̃ν ἅ ἐστιν μετ' ἐμου̃ ὡ̃δε ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν πα̃ς νεώτερος ἄπειρος τούτοις δώσω τὴν γη̃ν πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν
24 ὁ δὲ παι̃ς μου Χαλεβ ὅτι ἐγενήθη πνευ̃μα ἕτερον ἐν αὐτω̨̃ καὶ ἐπηκολούθησέν μοι εἰσάξω αὐτὸν εἰς τὴν γη̃ν εἰς ἣν εἰση̃λθεν ἐκει̃ καὶ τὸ σπέρμα αὐτου̃ κληρονομήσει αὐτήν
25 ὁ δὲ Αμαληκ καὶ ὁ Χαναναι̃ος κατοικου̃σιν ἐν τη̨̃ κοιλάδι αὔριον ἐπιστράφητε ὑμει̃ς καὶ ἀπάρατε εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν
26 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
27 ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμου̃ τὴν γόγγυσιν τω̃ν υἱω̃ν Ισραηλ ἣν ἐγόγγυσαν περὶ ὑμω̃ν ἀκήκοα
28 εἰπὸν αὐτοι̃ς ζω̃ ἐγώ λέγει κύριος ἠ̃ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὠ̃τά μου οὕτως ποιήσω ὑμι̃ν
29 ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ πεσει̃ται τὰ κω̃λα ὑμω̃ν καὶ πα̃σα ἡ ἐπισκοπὴ ὑμω̃ν καὶ οἱ κατηριθμημένοι ὑμω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω ὅσοι ἐγόγγυσαν ἐπ' ἐμοί
30 εἰ ὑμει̃ς εἰσελεύσεσθε εἰς τὴν γη̃ν ἐφ' ἣν ἐξέτεινα τὴν χει̃ρά μου κατασκηνω̃σαι ὑμα̃ς ἐπ' αὐτη̃ς ἀλλ' ἢ Χαλεβ υἱὸς Ιεφοννη καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη
31 καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρπαγη̨̃ ἔσεσθαι εἰσάξω αὐτοὺς εἰς τὴν γη̃ν καὶ κληρονομήσουσιν τὴν γη̃ν ἣν ὑμει̃ς ἀπέστητε ἀπ' αὐτη̃ς
32 καὶ τὰ κω̃λα ὑμω̃ν πεσει̃ται ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨
33 οἱ δὲ υἱοὶ ὑμω̃ν ἔσονται νεμόμενοι ἐν τη̨̃ ἐρήμω̨ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμω̃ν ἕως ἂν ἀναλωθη̨̃ τὰ κω̃λα ὑμω̃ν ἐν τη̨̃ ἐρήμω̨
34 κατὰ τὸν ἀριθμὸν τω̃ν ἡμερω̃ν ὅσας κατεσκέψασθε τὴν γη̃ν τεσσαράκοντα ἡμέρας ἡμέραν του̃ ἐνιαυτου̃ λήμψεσθε τὰς ἁμαρτίας ὑμω̃ν τεσσαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τη̃ς ὀργη̃ς μου
35 ἐγὼ κύριος ἐλάλησα ἠ̃ μὴν οὕτως ποιήσω τη̨̃ συναγωγη̨̃ τη̨̃ πονηρα̨̃ ταύτη̨ τη̨̃ ἐπισυνεσταμένη̨ ἐπ' ἐμέ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ ἐξαναλωθήσονται καὶ ἐκει̃ ἀποθανου̃νται
36 καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν καὶ παραγενηθέντες διεγόγγυσαν κατ' αὐτη̃ς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τη̃ς γη̃ς
37 καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες κατὰ τη̃ς γη̃ς πονηρὰ ἐν τη̨̃ πληγη̨̃ ἔναντι κυρίου
38 καὶ 'Ιησου̃ς υἱὸς Ναυη καὶ Χαλεβ υἱὸς Ιεφοννη ἔζησαν ἀπὸ τω̃ν ἀνθρώπων ἐκείνων τω̃ν πεπορευμένων κατασκέψασθαι τὴν γη̃ν
39 καὶ ἐλάλησεν Μωυση̃ς τὰ ῥήματα ταυ̃τα πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα
40 καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν του̃ ὄρους λέγοντες ἰδοὺ οἵδε ἡμει̃ς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἰ̃πεν κύριος ὅτι ἡμάρτομεν
41 καὶ εἰ̃πεν Μωυση̃ς ἵνα τί ὑμει̃ς παραβαίνετε τὸ ῥη̃μα κυρίου οὐκ εὔοδα ἔσται ὑμι̃ν
42 μὴ ἀναβαίνετε οὐ γάρ ἐστιν κύριος μεθ' ὑμω̃ν καὶ πεσει̃σθε πρὸ προσώπου τω̃ν ἐχθρω̃ν ὑμω̃ν
43 ὅτι ὁ Αμαληκ καὶ ὁ Χαναναι̃ος ἐκει̃ ἔμπροσθεν ὑμω̃ν καὶ πεσει̃σθε μαχαίρα̨ οὑ̃ εἵνεκεν ἀπεστράφητε ἀπειθου̃ντες κυρίω̨ καὶ οὐκ ἔσται κύριος ἐν ὑμι̃ν
44 καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν του̃ ὄρους ἡ δὲ κιβωτὸς τη̃ς διαθήκης κυρίου καὶ Μωυση̃ς οὐκ ἐκινήθησαν ἐκ τη̃ς παρεμβολη̃ς
45 καὶ κατέβη ὁ Αμαληκ καὶ ὁ Χαναναι̃ος ὁ ἐγκαθήμενος ἐν τω̨̃ ὄρει ἐκείνω̨ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ερμαν καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.