1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Σινα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἐν μια̨̃ του̃ μηνὸς του̃ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου λέγων |
2 λάβετε ἀρχὴν πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ κατὰ συγγενείας αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πα̃ς ἄρσην |
3 ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτω̃ν σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς |
4 καὶ μεθ' ὑμω̃ν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ' οἴκους πατριω̃ν ἔσονται |