1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων |
2 ἄνθρωπος ἐχόμενος αὐτου̃ κατὰ τάγμα κατὰ σημέας κατ' οἴκους πατριω̃ν αὐτω̃ν παρεμβαλέτωσαν οἱ υἱοὶ Ισραηλ ἐναντίοι κύκλω̨ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ |
3 καὶ οἱ παρεμβάλλοντες πρω̃τοι κατ' ἀνατολὰς τάγμα παρεμβολη̃ς Ιουδα σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ |
4 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι |
5 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Ισσαχαρ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ |
6 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι |
7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Ζαβουλων καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων |
8 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι |
9 πάντες οἱ ἐπεσκεμμένοι ἐκ τη̃ς παρεμβολη̃ς Ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτω̃ν πρω̃τοι ἐξαρου̃σιν |
10 τάγμα παρεμβολη̃ς Ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ |
11 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι |
12 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Συμεων καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι |
13 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι |
14 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Γαδ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Γαδ Ελισαφ υἱὸς Ραγουηλ |
15 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα |
16 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτω̃ν δεύτεροι ἐξαρου̃σιν |
17 καὶ ἀρθήσεται ἡ σκηνὴ του̃ μαρτυρίου καὶ ἡ παρεμβολὴ τω̃ν Λευιτω̃ν μέσον τω̃ν παρεμβολω̃ν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαρου̃σιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίαν |
18 τάγμα παρεμβολη̃ς Εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ |
19 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι |
20 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Μανασση καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ |
21 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι |
22 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Βενιαμιν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι |
23 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι |
24 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτω̃ν τρίτοι ἐξαρου̃σιν |
25 τάγμα παρεμβολη̃ς Δαν πρὸς βορρα̃ν σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Δαν Αχιεζερ υἱὸς Αμισαδαι |
26 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι |
27 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Ασηρ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν |
28 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι |
29 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Νεφθαλι καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν |
30 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τρει̃ς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι |
31 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαρου̃σιν κατὰ τάγμα αὐτω̃ν |
32 αὕτη ἡ ἐπίσκεψις τω̃ν υἱω̃ν Ισραηλ κατ' οἴκους πατριω̃ν αὐτω̃ν πα̃σα ἡ ἐπίσκεψις τω̃ν παρεμβολω̃ν σὺν ται̃ς δυνάμεσιν αὐτω̃ν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα |
33 οἱ δὲ Λευι̃ται οὐ συνεπεσκέπησαν ἐν αὐτοι̃ς καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ |
34 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ πάντα ὅσα συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτω̃ν καὶ οὕτως ἐξη̃ρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν |