Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 25

καὶ κατέλυσεν Ισραηλ ἐν Σαττιν καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνευ̃σαι εἰς τὰς θυγατέρας Μωαβ
καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ται̃ς θυσίαις τω̃ν εἰδώλων αὐτω̃ν καὶ ἔφαγεν ὁ λαὸς τω̃ν θυσιω̃ν αὐτω̃ν καὶ προσεκύνησαν τοι̃ς εἰδώλοις αὐτω̃ν
καὶ ἐτελέσθη Ισραηλ τω̨̃ Βεελφεγωρ καὶ ὠργίσθη θυμω̨̃ κύριος τω̨̃ Ισραηλ
καὶ εἰ̃πεν κύριος τω̨̃ Μωυση̨̃ λαβὲ πάντας τοὺς ἀρχηγοὺς του̃ λαου̃ καὶ παραδειγμάτισον αὐτοὺς κυρίω̨ ἀπέναντι του̃ ἡλίου καὶ ἀποστραφήσεται ὀργὴ θυμου̃ κυρίου ἀπὸ Ισραηλ
καὶ εἰ̃πεν Μωυση̃ς ται̃ς φυλαι̃ς Ισραηλ ἀποκτείνατε ἕκαστος τὸν οἰκει̃ον αὐτου̃ τὸν τετελεσμένον τω̨̃ Βεελφεγωρ
καὶ ἰδοὺ ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτου̃ πρὸς τὴν Μαδιανι̃τιν ἐναντίον Μωυση̃ καὶ ἔναντι πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱου̃ Ααρων του̃ ἱερέως ἐξανέστη ἐκ μέσου τη̃ς συναγωγη̃ς καὶ λαβὼν σειρομάστην ἐν τη̨̃ χειρὶ
εἰση̃λθεν ὀπίσω του̃ ἀνθρώπου του̃ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους τόν τε ἄνθρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναι̃κα διὰ τη̃ς μήτρας αὐτη̃ς καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱω̃ν Ισραηλ
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τη̨̃ πληγη̨̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
10 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
11 Φινεες υἱὸς Ελεαζαρ υἱου̃ Ααρων του̃ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱω̃ν Ισραηλ ἐν τω̨̃ ζηλω̃σαί μου τὸν ζη̃λον ἐν αὐτοι̃ς καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ ζήλω̨ μου
12 οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτω̨̃ διαθήκην εἰρήνης
13 καὶ ἔσται αὐτω̨̃ καὶ τω̨̃ σπέρματι αὐτου̃ μετ' αὐτὸν διαθήκη ἱερατείας αἰωνία ἀνθ' ὡ̃ν ἐζήλωσεν τω̨̃ θεω̨̃ αὐτου̃ καὶ ἐξιλάσατο περὶ τω̃ν υἱω̃ν Ισραηλ
14 τὸ δὲ ὄνομα του̃ ἀνθρώπου του̃ Ισραηλίτου του̃ πεπληγότος ὃς ἐπλήγη μετὰ τη̃ς Μαδιανίτιδος Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατρια̃ς τω̃ν Συμεων
15 καὶ ὄνομα τη̨̃ γυναικὶ τη̨̃ Μαδιανίτιδι τη̨̃ πεπληγυία̨ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ οἴκου πατρια̃ς ἐστιν τω̃ν Μαδιαν
16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων
17 ἐχθραίνετε τοι̃ς Μαδιηναίοις καὶ πατάξατε αὐτούς
18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμι̃ν ἐν δολιότητι ὅσα δολιου̃σιν ὑμα̃ς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτω̃ν τὴν πεπληγυι̃αν ἐν τη̨̃ ἡμέρα̨ τη̃ς πληγη̃ς διὰ Φογωρ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.